ΣΤΑΣΙΜΟΝ ΠΡΩΤΟΝ ΧΟ. ― ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
μοῦσαν στυγερὰν
ἀποφαίνεσθαι δεδόκηκεν,
310 λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους
ὡς ἐπινωμᾷ στάσις ἁμά.
εὐθυδίκαιοι δ᾽ οἰόμεθ᾽ εἶναι·
τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽
οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,
315 ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ·
ὅστις δ᾽ ἀλιτὼν ὥσπερ ὅδ᾽ ἁνὴρ
χεῖρας φονίας ἐπικρύπτει,
μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
παραγιγνόμεναι πράκτορες αἵματος
320 αὐτῷ τελέως ἐφάνημεν.
― μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ [στρ. α]
μᾶτερ Νύξ, ἀλα-
οῖσι καὶ δεδορκόσιν
ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-
νίς μ᾽ ἄτιμον τίθησιν
325 τόνδ᾽ ἀφαιρούμενος
πτῶκα, ματρῷον ἅγ-
νισμα κύριον φόνου.
― ἐπὶ δὲ τῷ τεθυμένῳ [ἐφύμν. α]
τόδε μέλος, παρακοπά,
330 παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
― τοῦτο γὰρ λάχος διαν- [ἀντ. α]
ταία Μοῖρ᾽ ἐπέ-
335 κλωσεν ἐμπέδως ἔχειν,
θνατῶν τοῖσιν αὐτουργίαι
ξυμπέσωσιν μάταιοι,
τοῖς ὁμαρτεῖν, ὄφρ᾽ ἂν
γᾶν ὑπέλθῃ· θανὼν δ᾽
340 οὐκ ἄγαν ἐλεύθερος.
― ἐπὶ δὲ τῷ τεθυμένῳ [ἐφύμν. α]
τόδε μέλος, παρακοπά,
παραφορὰ φρενοδαλής,
ὕμνος ἐξ Ἐρινύων,
345 δέσμιος φρενῶν, ἀφόρ-
μικτος, αὑονὰ βροτοῖς.
― γιγνομέναισι λάχη τάδε φαμὶ κεκράνθαι, [στρ. β]
350 ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ
συνδαίτωρ μετάκοινος,
παλλεύκων δὲ πέπλων †ἄμοιρος ἄκληρος ἐτύχθην.
‹. . . . . . . . . . . . . . . . . .›
― δωμάτων γὰρ εἱλόμαν [ἐφύμν. β]
355 ἀνατροπάς, ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθ᾽ ὁμοΐως
μαυροῦμεν ὑφ᾽ αἵματος νέου.
― †σπεύδομεν αἵδ᾽ ἀφελεῖν τινὰ τᾶσδε μερίμνας [ἀντ. β] 360
†θεῶν δ᾽ ἀτέλειαν ἐμαῖσι λιταῖς ἐπικραίνειν,
μηδ᾽ εἰς ἄγκρισιν ἐλθεῖν.
365 Ζεὺς δ᾽ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
ἇς ἀπηξιώσατο.
‹― δωμάτων γὰρ εἱλόμαν [ἐφύμν. β]
ἀνατροπάς· ὅταν Ἄρης
τιθασὸς ὢν φίλον ἕλῃ,
ἐπὶ τόν, ὤ, διόμεναι
κρατερὸν ὄνθ᾽ ὁμοΐως
μαυροῦμεν ὑφ᾽ αἵματος νέου.›
|