ΤΡ. δέσποιν᾽, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
435 νῦν δ᾽ ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
οὐ γὰρ περισσὸν οὐδὲν οὐδ᾽ ἔξω λόγου
πέπονθας, ὀργαὶ δ᾽ ἐς σ᾽ ἀπέσκηψαν θεᾶς.
ἐρᾶις (τί τοῦτο θαῦμα;) σὺν πολλοῖς βροτῶν·
440 κἄπειτ᾽ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
ὅσοι τε μέλλουσ᾽, εἰ θανεῖν αὐτοὺς χρεών.
Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,
ἣ τὸν μὲν εἴκονθ᾽ ἡσυχῆι μετέρχεται,
445 ὃν δ᾽ ἂν περισσὸν καὶ φρονοῦνθ᾽ εὕρηι μέγα,
τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.
φοιτᾶι δ᾽ ἀν᾽ αἰθέρ᾽, ἔστι δ᾽ ἐν θαλασσίωι
κλύδωνι Κύπρις, πάντα δ᾽ ἐκ ταύτης ἔφυ·
ἥδ᾽ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ᾽ ἔρον,
450 οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν᾽ ἔκγονοι.
ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
ἔχουσιν αὐτοί τ᾽ εἰσὶν ἐν μούσαις ἀεὶ
ἴσασι μὲν Ζεὺς ὥς ποτ᾽ ἠράσθη γάμων
Σεμέλης, ἴσασι δ᾽ ὡς ἀνήρπασέν ποτε
455 ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
ἔρωτος οὕνεκ᾽· ἀλλ᾽ ὅμως ἐν οὐρανῶι
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
στέργουσι δ᾽, οἶμαι, ξυμφορᾶι νικώμενοι.
σὺ δ᾽ οὐκ ἀνέξηι; χρῆν σ᾽ ἐπὶ ῥητοῖς ἄρα
460 πατέρα φυτεύειν ἢ ᾽πὶ δεσπόταις θεοῖς
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
πόσους δοκεῖς δὴ κάρτ᾽ ἔχοντας εὖ φρενῶν
νοσοῦνθ᾽ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν
465 συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
τόδ᾽ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
οὐδ᾽ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι
καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην
470 πεσοῦσ᾽ ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
ἀλλ᾽ εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
ἄνθρωπος οὖσα κάρτα γ᾽ εὖ πράξειας ἄν.
ἀλλ᾽, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
λῆξον δ᾽ ὑβρίζουσ᾽, οὐ γὰρ ἄλλο πλὴν ὕβρις
475 τάδ᾽ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,
τόλμα δ᾽ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·
νοσοῦσα δ᾽ εὖ πως τὴν νόσον καταστρέφου.
εἰσὶν δ᾽ ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
480 ἦ τἄρ᾽ ἂν ὀψέ γ᾽ ἄνδρες ἐξεύροιεν ἄν,
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
ΧΟ. Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
ὁ δ᾽ αἶνος οὗτος δυσχερέστερος λόγων
485 τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.
|