ΙΦ. πότερος ἄρ᾽ ὑμῶν ἐνθάδ᾽ ὠνομασμένος
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
ΟΡ. ὅδ᾽, εἴ τι δή σοι τοῦτ᾽ ἐν ἡδονῇ μαθεῖν.
495ΙΦ. ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
ΟΡ. τί δ᾽ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
ΙΦ. πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
ΟΡ. φιλότητί γ᾽· ἐσμὲν οὐ κασιγνήτω, γύναι.
ΙΦ. σοὶ δ᾽ ὄνομα ποῖον ἔθεθ᾽ ὁ γεννήσας πατήρ;
500ΟΡ. τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ᾽ ἄν.
ΙΦ. οὐ τοῦτ᾽ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
ΟΡ. ἀνώνυμοι θανόντες οὐ γελῴμεθ᾽ ἄν.
ΙΦ. τί δὲ φθονεῖς τοῦτ᾽; ἢ φρονεῖς οὕτω μέγα;
ΟΡ. τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
505ΙΦ. οὐδ᾽ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
ΟΡ. ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
ΙΦ. χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
ΟΡ. τὸ κλεινὸν Ἄργος πατρίδ᾽ ἐμὴν ἐπεύχομαι.
ΙΦ. πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν᾽, εἶ κεῖθεν γεγώς;
510ΟΡ. ἐκ τῶν Μυκηνῶν ‹γ᾽›, αἵ ποτ᾽ ἦσαν ὄλβιαι.
515ΙΦ. καὶ μὴν ποθεινός γ᾽ ἦλθες ἐξ Ἄργους μολών.
516ΟΡ. οὔκουν ἐμαυτῷ γ᾽· εἰ δὲ σοί, σὺ τοῦτ᾽ ἔρα.
511ΙΦ. φυγὰς ‹δ᾽› ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
ΟΡ. φεύγω τρόπον γε δή τιν᾽ οὐχ ἑκὼν ἑκών.
ΙΦ. ἆρ᾽ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
514ΟΡ. ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
517ΙΦ. Τροίαν ἴσως οἶσθ᾽, ἧς ἁπανταχοῦ λόγος.
ΟΡ. ὡς μήποτ᾽ ὤφελόν γε μηδ᾽ ἰδὼν ὄναρ.
ΙΦ. φασίν νιν οὐκέτ᾽ οὖσαν οἴχεσθαι δορί.
520ΟΡ. ἔστιν γὰρ οὕτως οὐδ᾽ ἄκραντ᾽ ἠκούσατε.
ΙΦ. Ἑλένη δ᾽ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
ΟΡ. ἥκει, κακῶς γ᾽ ἐλθοῦσα τῶν ἐμῶν τινι.
ΙΦ. καὶ ποῦ ᾽στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
ΟΡ. Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
525ΙΦ. ὦ μῖσος οὖσ᾽ Ἕλλησιν, οὐκ ἐμοὶ μόνῃ.
ΟΡ. ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
ΙΦ. νόστος δ᾽ Ἀχαιῶν ἐγένεθ᾽, ὡς κηρύσσεται;
ΟΡ. ὡς πάνθ᾽ ἅπαξ με συλλαβοῦσ᾽ ἀνιστορεῖς.
ΙΦ. πρὶν γὰρ θανεῖν σε, τοῦδ᾽ ἐπαυρέσθαι θέλω.
530ΟΡ. ἔλεγχ᾽, ἐπειδὴ τοῦδ᾽ ἐρᾷς· λέξω δ᾽ ἐγώ.
ΙΦ. Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
ΟΡ. ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
ΙΦ. ὦ πότνι᾽, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος;
ΟΡ. οὔπω νενόστηκ᾽ οἶκον, ἔστι δ᾽, ὡς λόγος.
535ΙΦ. ὄλοιτο, νόστου μήποτ᾽ εἰς πάτραν τυχών.
ΟΡ. μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
ΙΦ. Θέτιδος δ᾽ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
ΟΡ. οὐκ ἔστιν· ἄλλως λέκτρ᾽ ἔγημ᾽ ἐν Αὐλίδι.
ΙΦ. δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
|