ΕΠΕΙΣΟΔΙΟΝ ΔΕΥΤΕΡΟΝ ΙΟ. ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνηι;
οὐ γάρ τι μὴ ψεύσηις γε κήρυκος λόγους·
385ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν
εἶσιν, σάφ᾽ οἶδα, καὶ μάλ᾽ οὐ σμικρὸν φρονῶν
ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων
ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
ΔΗ. ἥκει στράτευμ᾽ Ἀργεῖον Εὐρυσθεύς τ᾽ ἄναξ·
390ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησ᾽ ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
πεδία μὲν οὖν γῆς ἐς τάδ᾽ οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δ᾽ ὀφρύην καθήμενος
395σκοπεῖ (δόκησιν δὴ τόδ᾽ ἂν λέγοιμί σοι)
ποίαι προσάξει στρατόπεδον †τὰ νῦν δορὸς†
ἐν ἀσφαλεῖ τε τῆσδ᾽ ἱδρύσεται χθονός.
καὶ τἀμὰ μέντοι πάντ᾽ ἄραρ᾽ ἤδη καλῶς·
πόλις τ᾽ ἐν ὅπλοις σφάγιά θ᾽ ἡτοιμασμένα
400ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
θυηπολεῖται δ᾽ ἄστυ μάντεων ὕπο,
τροπαῖά τ᾽ ἐχθρῶν καὶ πόλει σωτηρίαν.
χρησμῶν δ᾽ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
405 [λόγια παλαιὰ τῆιδε γῆι σωτήρια]·
καὶ τῶν μὲν ἄλλων διάφορ᾽ ἐστὶ θεσφάτοις
πόλλ᾽· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
σφάξαι κελεύουσίν με παρθένον κόρηι
Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,
410ἐγὼ δ᾽ ἔχω μέν, ὡς ὁρᾶις, προθυμίαν
τοσήνδ᾽ ἐς ὑμᾶς· παῖδα δ᾽ οὔτ᾽ ἐμὴν κτενῶ
οὔτ᾽ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθ᾽· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
ὅστις τὰ φίλτατ᾽ ἐκ χερῶν δώσει τέκνα;
415καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιος ἦ ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ
κατηγορούντων· εἰ δὲ μὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
420ταῦτ᾽ οὖν ὅρα σὺ καὶ συνεξεύρισχ᾽ ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
οὐ γὰρ τυραννίδ᾽ ὥστε βαρβάρων ἔχω·
ἀλλ᾽, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
425ΧΟ. ἀλλ᾽ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾶι θεὸς
ξένοις ἀρήγειν τήνδε χρήιζουσιν πόλιν;
|