ΓΡ. πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν᾽, ἐς Τροίαν μολεῖν.
ἀλλ᾽ ἕρπ᾽ ἀπ᾽ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ἧι ταράσσεται δόμος.
καιρὸν γὰρ οὐδέν᾽ ἦλθες· ἢν δὲ δεσπότης
480λάβηι σε, θάνατος ξένιά σοι γενήσεται.
εὔνους γάρ εἰμ᾽ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.
ΜΕ. τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθε τὰς παρεστώσας κλύω,
485εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατ᾽ ἄντρα σώιζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδ᾽ ἐνναίει δόμοις.
Διὸς δ᾽ ἔλεξε παῖδά νιν πεφυκέναι·
490ἀλλ᾽ ἦ τις ἔστι Ζηνὸς ὄνομ᾽ ἔχων ἀνὴρ
Νείλου παρ᾽ ὄχθας; εἶς γὰρ ὅ γε κατ᾽ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
διπλοῦν δὲ Τυνδάρειον ὄνομα κλήιζεται,
495Λακεδαίμονος δὲ γαῖά τις ξυνώνυμος
Τροίας τ᾽; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῆι χθονὶ
ὀνόματα ταὔτ᾽ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τ᾽· οὐδὲν οὖν θαυμαστέον.
500οὐδ᾽ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας
ὃς ὄνομ᾽ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
[κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ᾽ ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσηι χθονί.
505δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ἦι,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
ἢν δ᾽ ἐνδιδῶι τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.]
510κακῶν τόδ᾽ ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλ᾽ ἀναγκαίως ἔχει.
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφῶν δέ του,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
|