Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (4.76.1-4.80.5)
[4.76.1] Ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι αἰνῶς χρᾶσθαι φεύγουσι, μήτε τεῶν ἄλλων, Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα, ὡς διέδεξαν Ἀνάχαρσίς τε καὶ δεύτερα αὖτις Σκύλῃς. [4.76.2] τοῦτο μὲν γὰρ Ἀνάχαρσις, ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατ᾽ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων, πλέων δι᾽ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον, [4.76.3] καὶ εὗρε γὰρ τῇ Μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν κάρτα μεγαλοπρεπέως, εὔξατο τῇ Μητρὶ ὁ Ἀνάχαρσις, ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ, θύσειν τε κατὰ ταὐτὰ κατ᾽ ἃ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν. [4.76.4] ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν, καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην (ἡ δ᾽ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον, τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέη), ἐς ταύτην δὴ καταδὺς ὁ Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ, τύμπανόν τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα. [4.76.5] καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέϊ Σαυλίῳ· ὁ δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα, τοξεύσας αὐτὸν ἀπέκτεινε. καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος, οὔ φασί μιν Σκύθαι γινώσκειν, διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο. [4.76.6] ὡς δ᾽ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου, εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων, παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος. εἰ ὦν ταύτης ἦν τῆς οἰκίης ὁ Ἀνάχαρσις, ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών· Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου, Σαύλιος δὲ ἦν ὁ ἀποκτείνας Ἀνάχαρσιν. [4.77.1] καίτοι τινὰ ἤδη ἤκουσα λόγον ἄλλον ὑπὸ Πελοποννησίων λεγόμενον, ὡς ὑπὸ τοῦ Σκυθέων βασιλέος Ἀνάχαρσις ἀποπεμφθεὶς τῆς Ἑλλάδος μαθητὴς γένοιτο, ὀπίσω τε ἀπονοστήσας φαίη πρὸς τὸν ἀποπέμψαντα Ἕλληνας πάντας ἀσχόλους εἶναι ἐς πᾶσαν σοφίην πλὴν Λακεδαιμονίων, τούτοισι δὲ εἶναι μούνοισι σωφρόνως δοῦναί τε καὶ δέξασθαι λόγον. [4.77.2] ἀλλ᾽ οὗτος μὲν ὁ λόγος ἄλλως πέπαισται ὑπ᾽ αὐτῶν Ἑλλήνων, ὁ δ᾽ ὦν ἀνὴρ ὥσπερ πρότερον εἰρέθη διεφθάρη. οὗτος μέν νυν οὕτω δὴ [τι] ἔπρηξε διὰ ξεινικά τε νόμαια καὶ Ἑλληνικὰς ὁμιλίας. [4.78.1] πολλοῖσι δὲ κάρτα ἔτεσι ὕστερον Σκύλης ὁ Ἀριαπείθεος ἔπαθε παραπλήσια τούτῳ. Ἀριαπείθεϊ γὰρ τῷ Σκυθέων βασιλέϊ γίνεται μετ᾽ ἄλλων παίδων Σκύλης· ἐξ Ἰστριηνῆς δὲ γυναικὸς οὗτος γίνεται καὶ οὐδαμῶς ἐγχωρίης, τὸν ἡ μήτηρ αὐτὴ γλῶσσάν τε Ἑλλάδα καὶ γράμματα ἐδίδαξε. [4.78.2] μετὰ δὲ χρόνῳ ὕστερον Ἀριαπείθης μὲν τελευτᾷ δόλῳ ὑπὸ Σπαργαπείθεος τοῦ Ἀγαθύρσων βασιλέος, Σκύλης δὲ τήν τε βασιληίην παρέλαβε καὶ τὴν γυναῖκα τοῦ πατρός, τῇ οὔνομα ἦν Ὀποίη. ἦν δὲ αὕτη ἡ Ὀποίη ἀστή, ἐξ ἧς ἦν Ὄρικος Ἀριαπείθεϊ παῖς. [4.78.3] βασιλεύων δὲ Σκυθέων ὁ Σκύλης διαίτῃ μὲν οὐδαμῶς ἠρέσκετο Σκυθικῇ, ἀλλὰ πολλὸν πρὸς τὰ Ἑλληνικὰ μᾶλλον τετραμμένος ἦν ἀπὸ παιδεύσιος τῆς ἐπεπαίδευτο, ἐποίεέ τε τοιοῦτον· εὖτε ἀγάγοι τὴν στρατιὴν τὴν Σκυθέων ἐς τὸ Βορυσθενεϊτέων ἄστυ (οἱ δὲ Βορυσθενεῗται οὗτοι λέγουσι σφέας αὐτοὺς εἶναι Μιλησίους), ἐς τούτους ὅκως ἔλθοι ὁ Σκύλης, τὴν μὲν στρατιὴν καταλίπεσκε ἐν τῷ προαστίῳ, [4.78.4] αὐτὸς δὲ ὅκως ἔλθοι ἐς τὸ τεῖχος καὶ τὰς πύλας ἐγκληίσειε, τὴν στολὴν ἀποθέμενος τὴν Σκυθικὴν λάβεσκε ἂν Ἑλληνίδα ἐσθῆτα, ἔχων δ᾽ ἂν ταύτην ἀγόραζε οὔτε δορυφόρων ἑπομένων οὔτε ἄλλου οὐδενός (τὰς δὲ πύλας ἐφύλασσον, μή τίς μιν Σκυθέων ἴδοι ἔχοντα ταύτην τὴν στολήν), καὶ τἆλλα ἐχρᾶτο διαίτῃ Ἑλληνικῇ καὶ θεοῖσι ἱρὰ ἐποίεε κατὰ νόμους τοὺς Ἑλλήνων. [4.78.5] ὅτε δὲ διατρίψειε μῆνα ἢ πλέον τούτου, ἀπαλλάσσετο ἐνδὺς τὴν Σκυθικὴν στολήν. ταῦτα ποιέεσκε πολλάκις, καὶ οἰκία τε ἐδείματο ἐν Βορυσθένεϊ καὶ γυναῖκα ἔγημε ἐς αὐτὰ ἐπιχωρίην. [4.79.1] ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι, ἐγένετο ἀπὸ προφάσιος τοιῆσδε· ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι· μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον. [4.79.2] ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή, τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον, τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν· ἐς ταύτην ὁ θεὸς ἐνέσκηψε βέλος. καὶ ἡ μὲν κατεκάη πᾶσα, Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν. [4.79.3] Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι· οὐ γάρ φασι οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους. [4.79.4] ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ ὁ Σκύλης, διεπρήστευσε τῶν τις Βορυσθενεϊτέων πρὸς τοὺς Σκύθας λέγων· Ἡμῖν γὰρ καταγελᾶτε, ὦ Σκύθαι, ὅτι βακχεύομεν καὶ ἡμέας ὁ θεὸς λαμβάνει· νῦν οὗτος ὁ δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε, καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται. εἰ δέ μοι ἀπιστέετε, ἕπεσθε, καὶ ὑμῖν ἐγὼ δέξω. [4.79.5] εἵποντο τῶν Σκυθέων οἱ προεστεῶτες, καὶ αὐτοὺς ἀναγαγὼν ὁ Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε. ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ ὁ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι, κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο, ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν. [4.80.1] ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε ὁ Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ, οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην, γεγονότα ἐκ τῆς Τήρεω θυγατρός, ἐπανιστέατο τῷ Σκύλῃ. [4.80.2] ὁ δὲ μαθὼν τὸ γινόμενον ἐπ᾽ ἑωυτῷ καὶ τὴν αἰτίην δι᾽ ἣν ἐποιέετο, καταφεύγει ἐς τὴν Θρηίκην. πυθόμενος δὲ ὁ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην· ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο, ἠντίασάν μιν οἱ Θρήικες, μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε· [4.80.3] Τί δεῖ ἡμέας ἀλλήλων πειρηθῆναι; εἶς μέν μευ τῆς ἀδελφεῆς παῖς, ἔχεις δέ μευ ἀδελφεόν. σὺ τ᾽ ἐμοὶ ἀπόδος τοῦτον καὶ ἐγώ σοι τὸν σὸν Σκύλην παραδίδωμι· στρατιῇ δὲ μήτε σὺ κινδυνεύσῃς μήτ᾽ ἐγώ. [4.80.4] ταῦτά οἱ πέμψας ὁ Σιτάλκης ἐπεκηρυκεύετο· ἦν γὰρ παρὰ τῷ Ὀκταμασάδῃ ἀδελφεὸς Σιτάλκεω πεφευγὼς τοῦτον. ὁ δὲ Ὀκταμασάδης καταινέει ταῦτα, ἐκδοὺς δὲ τὸν ἑωυτοῦ μήτρωα Σιτάλκῃ ἔλαβε τὸν ἀδελφεὸν Σκύλην. [4.80.5] καὶ Σιτάλκης μὲν παραλαβὼν τὸν ἀδελφεὸν ἀπήγετο, Σκύλεω δὲ Ὀκταμασάδης αὐτοῦ ταύτῃ ἀπέταμε τὴν κεφαλήν. οὕτω μὲν περιστέλλουσι τὰ σφέτερα νόμαια Σκύθαι, τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους τοιαῦτα ἐπιτίμια διδοῦσι. |
[4.76.1] Κι όσο για τα ξένα έθιμα, κι ετούτοι ούτε να τ᾽ ακούσουν θέλουν· κι αν αυτό ισχύει για τα έθιμα κάθε άλλου λαού, για τα ελληνικά ισχύει απόλυτα, όπως το έδειξαν ολοφάνερα στην περίπτωση του Ανάχαρση και πάλι, για δεύτερη φορά, του Σκύλη. [4.76.2] Δηλαδή, στην πρώτη περίπτωση, ο Ανάχαρσης, αφού περιηγήθηκε πολλές χώρες κι άντλησε απ᾽ αυτές μεγάλη σοφία, ξαναγύριζε στα μέρη των Σκυθών· λοιπόν, καθώς το πλοίο του διέσχιζε τον Ελλήσποντο, έπιασε σκάλα στην Κύζικο· [4.76.3] και —γιατί βρήκε τους Κυζικηνούς να πανηγυρίζουν τη γιορτή της Μητέρας των θεών με ξεχωριστή μεγαλοπρέπεια— ο Ανάχαρσης έκαμε τάμα στη Μητέρα, αν γυρίσει στην πατρίδα του σώος και αβλαβής, να κάνει θυσία καταπώς έβλεπε να κάνουν οι Κυζικηνοί και να τελέσει ολονυχτία. [4.76.4] Κι όταν έφτασε στη Σκυθία, χώθηκε στην περιοχή που λέγεται Υλαία (κι αυτή βρίσκεται δίπλα στον Αχίλλειο δρόμο, κι είναι από τη μια άκρη ώς την άλλη δασωμένη με δέντρα κάθε λογής), χώθηκε λοιπόν σ᾽ αυτήν ο Ανάχαρσης και τελούσε για χάρη της θεάς τη γιορτή με όλο το τυπικό της, κρατώντας τύμπανο κι έχοντας κρεμασμένα στο στήθος του ειδώλια της θεάς. [4.76.5] Και κάποιος Σκύθης αντικρίζοντάς τον να κάνει αυτά πήγε και τα πρόλαβε στον βασιλιά Σαύλιο. Λοιπόν ετούτος πήγε κι ο ίδιος του και, βλέποντας τον Ανάχαρση να κάνει αυτά, του έριξε βέλος και τον σκότωσε. Ακόμα και σήμερα αν κάποιος ρωτήσει για τον Ανάχαρση, οι Σκύθες λένε πως δεν τον ξέρουν, κι ο λόγος είναι που πήγε κι έμεινε καιρό στην Ελλάδα και οι συνήθειες που κρατούσε ήταν ξενόφερτες. [4.76.6] Κι από τις πληροφορίες που πήρα από τον Τίμνη, τον αντιπρόσωπο του Αριαπείθη, ο Ανάχαρσης ήταν θείος του βασιλιά των Σκυθών Ιδανθύρσου απ᾽ τη μεριά του πατέρα του, και γιος του Γνούρου, του γιου του Λύκου, γιου του Σπαργαπείθη· Ανάχαρση, αν ήσουνα απ᾽ αυτή την οικογένεια, να ξέρεις ότι σε σκότωσε ο αδερφός σου! — γιατί ο Ιδάνθυρσος ήταν γιος του Σαυλίου, κι ο Σαύλιος είναι που σκότωσε τον Ανάχαρση. |