Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (4.59.1-4.62.4)
[4.59.1] Τὰ μὲν δὴ μέγιστα οὕτω σφι εὔπορά ἐστι, τὰ δὲ λοιπὰ νόμαια κατὰ τάδε σφι διάκειται. θεοὺς μὲν μούνους τούσδε ἱλάσκονται, Ἱστίην μὲν μάλιστα, ἐπὶ δὲ Δία τε καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα, μετὰ δὲ τούτους Ἀπόλλωνά τε καὶ οὐρανίην Ἀφροδίτην καὶ Ἡρακλέα καὶ Ἄρεα, τούτους μὲν πάντες Σκύθαι νενομίκασι, οἱ δὲ [καλεόμενοι] βασιλήιοι Σκύθαι καὶ τῷ Ποσειδέωνι θύουσι. [4.59.2] ὀνομάζεται δὲ σκυθιστὶ Ἱστίη μὲν Ταβιτί, Ζεὺς δέ, ὀρθότατα κατὰ γνώμην γε τὴν ἐμὴν καλεόμενος, Παπαῖος, Γῆ δὲ Ἀπί, Ἀπόλλων δὲ Γοιτόσυρος, οὐρανίη δὲ Ἀφροδίτη Ἀργίμπασα, Ποσειδέων δὲ Θαγιμασάδας. ἀγάλματα δὲ καὶ βωμοὺς καὶ νηοὺς οὐ νομίζουσι ποιέειν πλὴν Ἄρεϊ· τούτῳ δὲ νομίζουσι. [4.60.1] θυσίη δὲ ἡ αὐτὴ πᾶσι κατέστηκε περὶ πάντα τὰ ἱρὰ ὁμοίως, ἐρδομένη ὧδε· τὸ μὲν ἱρήιον αὐτὸ ἐμπεποδισμένον τοὺς ἐμπροσθίους πόδας ἕστηκε, ὁ δὲ θύων ὄπισθε τοῦ κτήνεος ἑστεὼς σπάσας τὴν ἀρχὴν τοῦ στρόφου καταβάλλει μιν, [4.60.2] πίπτοντος δὲ τοῦ ἱρηίου ἐπικαλέει τὸν θεὸν τῷ ἂν θύῃ καὶ ἔπειτα βρόχῳ περὶ ὦν ἔβαλε τὸν αὐχένα, σκυταλίδα δὲ ἐμβαλὼν περιάγει καὶ ἀποπνίγει, οὔτε πῦρ ἀνακαύσας οὔτε καταρξάμενος οὔτ᾽ ἐπισπείσας· ἀποπνίξας δὲ καὶ ἀποδείρας τρέπεται πρὸς ἕψησιν. [4.61.1] τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης ὧδέ σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται. ἐπεὰν ἀποδείρωσι τὰ ἱρήια, γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν· ἔπειτα δὲ ἐσβάλλουσι, ἢν μὲν τύχωσι ἔχοντες, ‹ἐς› λέβητας ἐπιχωρίους, μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους, χωρὶς ἢ ὅτι πολλῷ μέζονας· ἐς τούτους ἐσβαλόντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων· ἢν δὲ μή σφι παρῇ λέβης, οἱ δὲ ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐμβαλόντες τὰ κρέα πάντα καὶ παραμείξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα. [4.61.2] τὰ δὲ αἴθεται κάλλιστα, αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων· καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον. ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα, ὁ θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος ῥίπτει ἐς τὸ ἔμπροσθε. θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα. |
[4.59.1] Λοιπόν, τα απαραίτητα για τη ζωή τους με τόση ευκολία τα εξασφαλίζουν οι Σκύθες, ενώ οι υπόλοιπες συνήθειές τους έχουν διαμορφωθεί κατά τον εξής τρόπο: προσπέφτουν μόνο σ᾽ αυτούς τους θεούς: στην Εστία κυρίως, κατόπι στο Δία και τη Γη, τη Γη που τη θεωρούν γυναίκα του Δία, κι ύστερ᾽ απ᾽ αυτούς στον Απόλλωνα και στην Ουρανία Αφροδίτη και στον Ηρακλή και στον Άρη. Αυτούς λοιπόν τους λατρεύουν όλοι οι Σκύθες, αλλά οι βασιλικοί Σκύθες κάνουν θυσίες και στον Ποσειδώνα. [4.59.2] Στη σκυθική γλώσσα η Εστία ονομάζεται Ταβιτί, κι ο Δίας Παπαίος, όνομα πάρα πολύ, κατά τη γνώμη μου, ταιριαστό, η Γη Απί, ο Απόλλων Γοιτόσυρος, η Ουρανία Αφροδίτη Αργίμπασα και ο Ποσειδών Θαγιμασάδας. Αγάλματα όμως και βωμούς και ναούς δε συνηθίζουν να χτίζουν, παρεχτός για τον Άρη· γι᾽ αυτόν συνηθίζουν. |