ΒΛ. νὴ τὸν Διόνυσον, ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλ᾽ ὅταν φάγω,
360ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτ᾽ ἔσθ᾽ ἅνθρωπος Ἀχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
365ἆρ᾽ οἶδ᾽, Ἀμύνων. ἀλλ᾽ ἴσως ἀρνήσεται.
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνι᾽ Ἱλείθυα μή με περιίδῃς
370διαρραγέντα μηδὲ βεβαλανωμένον,
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
ΧΡΕΜΗΣ
οὗτος, τί ποιεῖς; οὔ τί που χέζεις; ΒΛ. ἐγώ;
οὐ δῆτ᾽ ἔτι γε μὰ τὸν Δί᾽, ἀλλ᾽ ἀνίσταμαι.
ΧΡ. τὸ τῆς γυναικὸς δ᾽ ἀμπέχει χιτώνιον;
375ΒΛ. ἐν τῷ σκότῳ γὰρ τοῦτ᾽ ἔτυχον ἔνδον λαβών.
ἀτὰρ πόθεν ἥκεις ἐτεόν; ΧΡ. ἐξ ἐκκλησίας.
ΒΛ. ἤδη λέλυται γάρ; ΧΡ. νὴ Δί᾽ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος, ὦ Ζεῦ φίλτατε,
γέλων πάρεσχεν, ἣν προσέρραινον κύκλῳ.
380ΒΛ. τὸ τριώβολον δῆτ᾽ ἔλαβες; ΧΡ. εἰ γὰρ ὤφελον.
ἀλλ᾽ ὕστερος νῦν ἦλθον, ὥστ᾽ αἰσχύνομαι
μὰ τὸν Δί᾽ οὐδέν᾽ ἄλλον ἢ — τὸν θύλακον.
ΒΛ. τὸ δ᾽ αἴτιον τί; ΧΡ. πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτ᾽, ἦλθ᾽ ἁθρόος ἐς τὴν πύκνα.
385καὶ δῆτα πάντας σκυτοτόμοις ᾐκάζομεν
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ᾽ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
ὥστ᾽ οὐκ ἔλαβον οὔτ᾽ αὐτὸς οὔτ᾽ ἄλλοι συχνοί.
ΒΛ. οὐδ᾽ ἄρ᾽ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; ΧΡ. πόθεν;
390οὐδ᾽ εἰ μὰ Δία τότ᾽ ἦλθες, ὅτε τὸ δεύτερον
ἁλεκτρυὼν ἐφθέγγετ᾽. ΒΛ. οἴμοι δείλαιος.
Ἀντίλοχ᾽, ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἦν, ὅτι τοσοῦτον χρῆμ᾽ ὄχλου
395οὕτως ἐν ὥρᾳ ξυνελέγη; ΧΡ. τί δ᾽ ἄλλο γ᾽ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ᾽ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθ᾽ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς·
400«οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῷ βλεφαρίδ᾽ οὐκ ἐσώσατο;»
ὁ δ᾽ ἀναβοήσας καὶ περιβλέψας ἔφη·
«τί δαί με χρὴ δρᾶν;» ΒΛ. «σκόροδ᾽ ὁμοῦ τρίψαντ᾽ ὀπῷ
405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας»,
ἔγωγ᾽ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
|