ΦΑ. Τροζήνιαι γυναῖκες, αἳ τόδ᾽ ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
375 ἤδη ποτ᾽ ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι
θνητῶν ἐφρόντισ᾽ ἧι διέφθαρται βίος.
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κακίον᾽· ἔστι γὰρ τό γ᾽ εὖ φρονεῖν
πολλοῖσιν· ἀλλὰ τῆιδ᾽ ἀθρητέον τόδε·
380 τὰ χρήστ᾽ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
οὐκ ἐκπονοῦμεν δ᾽, οἱ μὲν ἀργίας ὕπο,
οἱ δ᾽ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τιν᾽· εἰσὶ δ᾽ ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
385 αἰδώς τε· δισσαὶ δ᾽ εἰσίν, ἡ μὲν οὐ κακή,
ἡ δ᾽ ἄχθος οἴκων· εἰ δ᾽ ὁ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύ᾽ ἤστην ταὔτ᾽ ἔχοντε γράμματα.
ταῦτ᾽ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ᾽ ἐγώ,
οὐκ ἔσθ᾽ ὁποίωι φαρμάκωι διαφθερεῖν
390 ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.
ἐπεί μ᾽ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστ᾽ ἐνέγκαιμ᾽ αὐτόν. ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·
395 γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
φρονήματ᾽ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δ᾽ ὑφ᾽ αὑτῆς πλεῖστα κέκτηται κακά.
τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῶι σωφρονεῖν νικῶσα προυνοησάμην.
400 τρίτον δ᾽, ἐπειδὴ τοισίδ᾽ οὐκ ἐξήνυτον
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστον (οὐδεὶς ἀντερεῖ) βουλευμάτων.
ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτ᾽ αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.
405 τὸ δ᾽ ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,
γυνή τε πρὸς τοῖσδ᾽ οὖσ᾽ ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατ᾽ αἰσχύνειν λέχη
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
410 τόδ᾽ ἦρξε θηλείαισι γίγνεσθαι κακόν·
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,
ἦ κάρτα δόξει τοῖς κακοῖς γ᾽ εἶναι καλά.
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·
415 αἳ πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι,
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τ᾽ οἴκων μή ποτε φθογγὴν ἀφῆι;
ἡμᾶς γὰρ αὐτὸ τοῦτ᾽ ἀποκτείνει, φίλαι,
420 ὡς μήποτ᾽ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ᾽ ἁλῶ,
μὴ παῖδας οὓς ἔτικτον· ἀλλ᾽ ἐλεύθεροι
παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ᾽ εὐκλεεῖς.
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,
425 ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.
μόνον δὲ τοῦτό φασ᾽ ἁμιλλᾶσθαι βίωι,
γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·
κακοὺς δὲ θνητῶν ἐξέφην᾽ ὅταν τύχηι,
προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,
430 χρόνος· παρ᾽ οἷσι μήποτ᾽ ὀφθείην ἐγώ.
ΧΟ. φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
|