[1] Περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλησίαν ποιεῖσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτ᾽ ἐπιτιμήσαντα τοῖς νέμουσι καὶ διδοῦσι τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθ᾽ ὡς δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρ᾽ ἐν χρείᾳ τοῦ λαβεῖν οὖσιν· οὐδέτεροι γὰρ πρὸς τὸ τῇ πόλει συμφέρον σκοποῦντες οὔτ᾽ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι τὸ πρᾶγμα, ἀλλ᾽ ὡς ἑκάτεροι χρείας καὶ περιουσίας ἔχουσιν. [2] ἐγὼ δὲ τοῦτο μὲν οὔτ᾽ ἂν εἰσηγησαίμην, οὔτ᾽ ἂν ἀντείποιμ᾽ ὡς οὐ δεῖ λαμβάνειν· παραινῶ μέντοι σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ὅτι τἀργύριον μέν ἐστι τοῦθ᾽, ὑπὲρ οὗ βουλεύεσθε, μικρόν, τὸ δ᾽ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου. εἰ μὲν οὖν μετὰ τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατασκευάσεσθε, οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστ᾽ ὠφελήσετε τὴν πόλιν καὶ ὑμᾶς αὐτούς· εἰ δὲ τοῦ μὲν λαμβάνειν καὶ ἑορτὴ καὶ πᾶσ᾽ ἀρκέσει πρόφασις, τοῦ δ᾽ ἃ πρὸς τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε, ὁρᾶτε μήποθ᾽, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν, σφόδρ᾽ ἡμαρτηκέναι νομίσητε. [3] ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητ᾽ ἐφ᾽ ᾧ μέλλω λέγειν, ἀλλ᾽ ἀκούσαντες κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν, οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν ἕκαστον αὑτὸν μὴ μόνον ταῦτ᾽ ἀκούειν ἐθέλοντα, ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵν᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας δι᾽ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει. [4] καὶ τὰ μὲν προσιόντα τῇ πόλει πάντα, καὶ ἃ νῦν ἐκ τῶν ἰδίων παραναλίσκετ᾽ εἰς οὐδὲν δέον καὶ ὅσ᾽ ἐκ τῶν συμμάχων ὑπάρχει, λαμβάνειν ὑμᾶς φημὶ χρῆναι τὸ ἴσον ἕκαστον, τοὺς μὲν ἐν ἡλικίᾳ στρατιωτικόν, τοὺς δ᾽ ὑπὲρ τὸν κατάλογον ἐξεταστικὸν ἢ ὅπως ἄν τις ὀνομάσαι τοῦτο, στρατεύεσθαι δ᾽ αὐτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν, [5] ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵν᾽ ἅμ᾽ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵν᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθ᾽ οἷάπερ νυνὶ συμβαίνῃ· τοὺς στρατηγοὺς κρίνετε, καὶ περίεσθ᾽ ὑμῖν ἐκ τῶν πραγμάτων «ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖν᾽ εἰσήγγειλεν,» ἄλλο δ᾽ οὐδέν. [6] ἀλλὰ τί ὑμῖν γένηται; πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθ᾽ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδ᾽ ὁρῶσιν, ἀφ᾽ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφ᾽ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, ἃ νῦν τοὺς φίλους, ποιῶσιν. [7] χωρὶς δὲ τούτων πολλὰ τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει συμφέρειν, καὶ πρὸς τἄλλα πράγματ᾽ ἀναγκαῖόν ἐστιν. εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιεργάζεσθαι ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος· [8] νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαι᾽ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτ᾽ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθ᾽ οὔτε κατασκευάζεσθε, ἀλλ᾽ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν ὁ Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δ᾽ ἡσυχίας ὁ Ῥοδίων, ἐχθρός γ᾽ ὢν ἡμῖν, φαίη τις ἄν· ἀλλὰ μείζω χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, ἢ τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτ᾽ ἂν ᾖ. [9] ἀλλ᾽ ἵν᾽ ἐκεῖσ᾽ ἐπανέλθω, φημὶ δεῖν ὑμᾶς συντετάχθαι, καὶ τὴν αὐτὴν τοῦ τε λαβεῖν καὶ τοῦ ποιεῖν ἃ προσήκει σύνταξιν εἶναι. διελέχθην δ᾽ ὑμῖν περὶ τούτων καὶ πρότερον, καὶ διεξῆλθον ὡς ἂν συνταχθείητε, οἵ θ᾽ ὁπλῖται καὶ οἱ ἱππεῖς καὶ ὅσοι τούτων ἐκτός ἐστε, καὶ εὐπορία τις ἂν ἅπασι γένοιτο κοινή. [10] ὃ δέ μοι πλείστην ἀθυμίαν παρέσχεν ἁπάντων, ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων τούτων ἁπάντων, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δ᾽ ὀβολοῖν ἅπαντες. καίτοι τοὺς μὲν οὐκ ἔστι πλείονος ἢ δυοῖν ὀβολοῖν ἀξίους εἶναι, τἄλλα δὲ μετὰ τούτων ὧν εἶπον τῶν βασιλέως ἄξι᾽ ἐστὶ χρημάτων, πόλιν τοσούτους ὁπλίτας ἔχουσαν καὶ τριήρεις καὶ ἵππους καὶ χρημάτων πρόσοδον συντετάχθαι καὶ παρεσκευάσθαι.
|