Μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ,
ἀλλ᾽ οὔτις τόσα φύει ὅσα χθαμαλὰ Αἴγυπτος,
80 Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει,
οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
τρεῖς δ᾽ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·
85 τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.
καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τ᾽ Αἰθιοπήων·
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί
90 καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ,
πολλοὶ δ᾽ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
95Ὄλβῳ μὲν πάντας κε καταβρίθοι βασιλῆας·
τόσσον ἐπ᾽ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δ᾽ ἔργα περιστέλλουσιν ἕκηλοι·
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβάς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
100 οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξήλατο ναός
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσιν·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ᾧ ἐπίπαγχυ μέλει πατρώια πάντα φυλάσσειν
105 οἷ᾽ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσός
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
110 πολλὸν δ᾽ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
πολλὸν δὲ πτολίεσσι, πολὺν δ᾽ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ᾽ ἀγῶνας
ἵκετ᾽ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
115 Μουσάων δ᾽ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
ἀντ᾽ εὐεργεσίης. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
τοῦτο καὶ Ἀτρεΐδαισι μένει· τὰ δὲ μυρία τῆνα
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες
120 ἄορι, γᾷ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος.
|