ΟΡ. εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνωι δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δ᾽, ὦ γεραιέ, καίριος γὰρ ἤλυθες,
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρὸς
600 μητέρα τε ‹τὴν› κοινωνὸν ἀνοσίων γάμων;
ἔστιν τί μοι κατ᾽ Ἄργος εὐμενὲς φίλων;
ἢ πάντ᾽ ἀνεσκευάσμεθ᾽, ὥσπερ αἱ τύχαι;
τῶι ξυγγένωμαι; νύχιος ἢ καθ᾽ ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθ᾽ εἰς ἐχθροὺς ἐμούς;
605 ΠΡ. ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῆι μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δ᾽ (ἐκ βάθρων γὰρ πᾶς ἀνήιρησαι φίλοις
οὐδ᾽ ἐλλέλοιπας ἐλπίδ᾽) ἴσθι μου κλύων·
610 ἐν χειρὶ τῆι σῆι πάντ᾽ ἔχεις καὶ τῆι τύχηι,
πατρῶιον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
ΟΡ. τί δῆτα δρῶντες τοῦδ᾽ ἂν ἐξικοίμεθα;
ΠΡ. κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
ΟΡ. ἥκω ᾽πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
615 ΠΡ. τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ᾽ ἂν εἰ θέλοις.
ΟΡ. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
ΠΡ. ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
ΟΡ. εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
ΠΡ. τἄμ᾽ οὖν ἄκουσον· ἄρτι γάρ μ᾽ ἐσῆλθέ τι.
620 ΟΡ. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ᾽ ἐγώ.
ΠΡ. Αἴγισθον εἶδον, ἡνίχ᾽ εἷρπον ἐνθάδε.
ΟΡ. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
ΠΡ. ἀγρῶν πέλας τῶνδ᾽, ἱπποφορβίων ἔπι.
ΟΡ. τί δρῶνθ᾽; ὁρῶ γὰρ ἐλπίδ᾽ ἐξ ἀμηχάνων.
625 ΠΡ. Νύμφαις ἐπόρσυν᾽ ἔροτιν, ὡς ἔδοξέ μοι.
ΟΡ. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
ΠΡ. οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
ΟΡ. πόσων μετ᾽ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
ΠΡ. οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
630 ΟΡ. οὔ πού τις ὅστις γνωριεῖ μ᾽ ἰδών, γέρον;
ΠΡ. δμῶες μέν εἰσιν, οἳ σέ γ᾽ οὐκ εἶδόν ποτε.
ΟΡ. ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
ΠΡ. δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
ΟΡ. πῶς οὖν ἂν αὐτῶι πλησιασθείην ποτέ;
635 ΠΡ. στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
ΟΡ. ὁδὸν παρ᾽ αὐτήν, ὡς ἔοικ᾽, ἀγροὺς ἔχει.
ΠΡ. ὅθεν ‹γ᾽› ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
ΟΡ. πικρόν γε συνθοινάτορ᾽, ἢν θεὸς θέληι.
ΠΡ. τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
640 ΟΡ. καλῶς ἔλεξας. ἡ τεκοῦσα δ᾽ ἐστὶ ποῦ;
ΠΡ. Ἄργει· παρέσται δ᾽ οὖν πόσει θοίνην ἔπι.
ΟΡ. τί δ᾽ οὐχ ἅμ᾽ ἐξωρμᾶτ᾽ ἐμὴ μήτηρ πόσει;
ΠΡ. ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
ΟΡ. ξυνῆχ᾽· ὕποπτος οὖσα γιγνώσκει πόλει.
645 ΠΡ. τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
|