ΕΠΕΙΣΟΔΙΟΝ ΔΕΥΤΕΡΟΝ ΤΑΛΘΥΒΙΟΣ
ποῦ τὴν ἄνασσαν δή ποτ᾽ οὖσαν Ἰλίου
485Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
ΧΟ. αὕτη πέλας σοῦ νῶτ᾽ ἔχουσ᾽ ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται συγκεκλῃμένη πέπλοις.
ΤΑ. ὦ Ζεῦ, τί λέξω; πότερά σ᾽ ἀνθρώπους ὁρᾶν
ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην
490[ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος],
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
οὐχ ἥδ᾽ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγ᾽ ὀλβίου δάμαρ;
καὶ νῦν πόλις μὲν πᾶσ᾽ ἀνέστηκεν δορί,
495αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
φεῦ φεῦ· γέρων μέν εἰμ᾽, ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
ἀνίστασ᾽, ὦ δύστηνε, καὶ μετάρσιον
500πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
ΕΚ. ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
κεῖσθαι; τί κινεῖς μ᾽, ὅστις εἶ, λυπουμένην;
ΤΑ. Ταλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης,
Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
505ΕΚ. ὦ φίλτατ᾽, ἆρα κἄμ᾽ ἐπισφάξαι τάφῳ
δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ᾽ ἂν λέγοις.
σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
ΤΑ. σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
510δισσοί τ᾽ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
ΕΚ. οἴμοι, τί λέξεις; οὐκ ἄρ᾽ ὡς θανουμένους
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσ᾽ ἄπο·
ἡμεῖς δ᾽ ἄτεκνοι τοὐπὶ σ᾽· ὦ τάλαιν᾽ ἐγώ.
515πῶς καί νιν ἐξεπράξατ᾽; ἆρ᾽ αἰδούμενοι;
ἢ πρὸς τὸ δεινὸν ἤλθεθ᾽ ὡς ἐχθράν, γέρον,
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
|