ΦΙ. φέρ᾽ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
435ΝΕ. χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σ᾽ ἐν βραχεῖ
τοῦτ᾽ ἐκδιδάξω. πόλεμος οὐδέν᾽ ἄνδρ᾽ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
ΦΙ. ξυμμαρτυρῶ σοι· καὶ κατ᾽ αὐτὸ τοῦτό γε
ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
440γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
ΝΕ. ποίου δὲ τούτου πλήν γ᾽ Ὀδυσσέως ἐρεῖς;
ΦΙ. οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν.
ὃς οὐκ ἂν εἵλετ᾽ εἰσάπαξ εἰπεῖν, ὅπου
μηδεὶς ἐῴη· τοῦτον οἶσθ᾽ εἰ ζῶν κυρεῖ;
445ΝΕ. οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ᾽ ἔτ᾽ ὄντα νιν.
ΦΙ. ἔμελλ᾽· ἐπεὶ οὐδέν πω κακόν γ᾽ ἀπώλετο,
ἀλλ᾽ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσ᾽ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
450δίκαια καὶ τὰ χρήστ᾽ ἀποστέλλουσ᾽ ἀεί.
ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ᾽ αἰνεῖν, ὅταν
τὰ θεῖ᾽ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
ΝΕ. ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τ᾽ Ἴλιον
455καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·
ὅπου θ᾽ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὡ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
ἀλλ᾽ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
460ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
νῦν δ᾽ εἶμι πρὸς ναῦν. καὶ σύ, Ποίαντος τέκνον,
χαῖρ᾽ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
ἡμεῖς δ᾽ ἴωμεν, ὡς ὁπηνίκ᾽ ἂν θεὸς
465πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ᾽ ὁρμώμεθα.
ΦΙ. ἤδη, τέκνον, στέλλεσθε; ΝΕ. καιρὸς γὰρ καλεῖ
πλοῦν μὴ ᾽ξ ἀπόπτου μᾶλλον ἢ ᾽γγύθεν σκοπεῖν.
|