[538a] ΣΩΚΡΑΤΗΣ. Ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δ᾽ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλ᾽ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν. ΙΩΝ. Οὕτω μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ. Οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τ᾽ ἔσται; [538b] ΙΩΝ. Ἀληθῆ λέγεις. ΣΩΚΡΑΤΗΣ. Πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος; ΙΩΝ. Ἡνίοχος. ΣΩΚΡΑΤΗΣ. Ῥαψῳδὸς γάρ που εἶ ἀλλ᾽ οὐχ ἡνίοχος. ΙΩΝ. Ναί. ΣΩΚΡΑΤΗΣ. Ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς; ΙΩΝ. Ναί. ΣΩΚΡΑΤΗΣ. Εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν. ΙΩΝ. Ναί. ΣΩΚΡΑΤΗΣ. Τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν [538c] δίδωσι; καὶ λέγει πως οὕτως— οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον· ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς; ΙΩΝ. Ἰατρικῆς. ΣΩΚΡΑΤΗΣ. Τί δέ, ὅταν λέγῃ Ὅμηρος— [538d] ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν, ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα ἔρχεται ὠμηστῇσι μετ᾽ ἰχθύσι πῆμα φέρουσα· ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή; ΙΩΝ. Δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς. ΣΩΚΡΑΤΗΣ. Σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· «Ἐπειδὴ [538e] τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τ᾽ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται» —σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος— [539a] δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί· εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ [539b] οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς· πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα— ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων, [539c] φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζῳόν, ἔτ᾽ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
ἀλγήσας ὀδύνῃσι, μέσῳ δ᾽ ἐνὶ κάββαλ᾽ ὁμίλῳ· [539d] αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν. ΙΩΝ. Ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.
|