ΣΩΚΡΑΤΗΣ. «Τί οὖν,» φήσει, «ἡδονὰς οὔσας οὐδὲν ἧττον ἢ καὶ ἐκείνας ἀφαιρεῖσθε τοῦτο τοὔνομα καὶ ἀποστερεῖτε τοῦ
[299a] καλὰς εἶναι;» Ὅτι, φήσομεν, καταγελῴη ἂν ἡμῶν οὐδεὶς ὅστις οὔ, εἰ φαῖμεν μὴ ἡδὺ εἶναι φαγεῖν, ἀλλὰ καλόν, καὶ ὄζειν ἡδὺ μὴ ἡδὺ ἀλλὰ καλόν· τὰ δέ που περὶ τὰ ἀφροδίσια πάντες ἂν ἡμῖν μάχοιντο ὡς ἥδιστον ὄν, δεῖν δὲ αὐτό, ἐάν τις καὶ πράττῃ, οὕτω πράττειν ὥστε μηδένα ὁρᾶν, ὡς αἴσχιστον ὂν ὁρᾶσθαι. ταῦτα ἡμῶν λεγόντων, ὦ Ἱππία, «Μανθάνω,» ἂν ἴσως φαίη, «καὶ ἐγὼ ὅτι πάλαι αἰσχύνεσθε ταύτας τὰς ἡδονὰς φάναι καλὰς εἶναι, ὅτι οὐ δοκεῖ τοῖς [299b] ἀνθρώποις· ἀλλ᾽ ἐγὼ οὐ τοῦτο ἠρώτων, ὃ δοκεῖ τοῖς πολλοῖς καλὸν εἶναι, ἀλλ᾽ ὅτι ἔστιν.» ἐροῦμεν δὴ οἶμαι ὅπερ ὑπεθέμεθα, ὅτι «Τοῦθ᾽ ἡμεῖς γέ φαμεν τὸ μέρος τοῦ ἡδέος, τὸ ἐπὶ τῇ ὄψει τε καὶ ἀκοῇ γιγνόμενον, καλὸν εἶναι.» ἀλλὰ ἔχεις ἔτι τι χρῆσθαι τῷ λόγῳ, ἤ τι καὶ ἄλλο ἐροῦμεν, ὦ Ἱππία; ΙΠΠΙΑΣ. Ἀνάγκη πρός γε τὰ εἰρημένα, ὦ Σώκρατες, μὴ ἄλλ᾽ ἄττα ἢ ταῦτα λέγειν. ΣΩΚΡΑΤΗΣ. «Καλῶς δὴ λέγετε,» φήσει. «οὐκοῦν εἴπερ τὸ [299c] δι᾽ ὄψεως καὶ ἀκοῆς ἡδὺ καλόν ἐστιν, ὃ μὴ τοῦτο τυγχάνει ὂν τῶν ἡδέων, δῆλον ὅτι οὐκ ἂν καλὸν εἴη;» ὁμολογήσομεν; ΙΠΠΙΑΣ. Ναί. ΣΩΚΡΑΤΗΣ. «Ἦ οὖν τὸ δι᾽ ὄψεως ἡδύ,» φήσει, «δι᾽ ὄψεως καὶ ἀκοῆς ἐστιν ἡδύ, ἢ τὸ δι᾽ ἀκοῆς ἡδὺ δι᾽ ἀκοῆς καὶ δι᾽ ὄψεώς ἐστιν ἡδύ;» Οὐδαμῶς, φήσομεν, τὸ διὰ τοῦ ἑτέρου ὂν τοῦτο δι᾽ ἀμφοτέρων εἴη ἄν —τοῦτο γὰρ δοκεῖς ἡμῖν λέγειν— ἀλλ᾽ ἡμεῖς ἐλέγομεν ὅτι καὶ ἑκάτερον τούτων αὐτὸ καθ᾽ αὑτὸ τῶν ἡδέων καλὸν εἴη, καὶ ἀμφότερα. οὐχ οὕτως ἀποκρινούμεθα; [299d] ΙΠΠΙΑΣ. Πάνυ μὲν οὖν. ΣΩΚΡΑΤΗΣ. «Ἆρ᾽ οὖν,» φήσει, «ἡδὺ ἡδέος ὁτιοῦν ὁτουοῦν διαφέρει τούτῳ, τῷ ἡδὺ εἶναι; μὴ γὰρ εἰ μείζων τις ἡδονὴ ἢ ἐλάττων ἢ μᾶλλον ἢ ἧττόν ἐστιν, ἀλλ᾽ εἴ τις αὐτῷ τούτῳ διαφέρει, τῷ ἡ μὲν ἡδονὴ εἶναι, ἡ δὲ μὴ ἡδονή, τῶν ἡδονῶν;» Οὐχ ἡμῖν γε δοκεῖ· οὐ γάρ; ΙΠΠΙΑΣ. Οὐ γὰρ οὖν δοκεῖ. ΣΩΚΡΑΤΗΣ. «Οὐκοῦν,» φήσει, «δι᾽ ἄλλο τι ἢ ὅτι ἡδοναί εἰσι προείλεσθε ταύτας τὰς ἡδονὰς ἐκ τῶν ἄλλων ἡδονῶν, [299e] τοιοῦτόν τι ὁρῶντες ἐπ᾽ ἀμφοῖν, ὅτι ἔχουσί τι διάφορον τῶν ἄλλων, εἰς ὃ ἀποβλέποντες καλάς φατε αὐτὰς εἶναι; οὐ γάρ που διὰ τοῦτο καλή ἐστιν ἡδονὴ ἡ διὰ τῆς ὄψεως, ὅτι δι᾽ ὄψεώς ἐστιν· εἰ γὰρ τοῦτο αὐτῇ ἦν τὸ αἴτιον καλῇ εἶναι, οὐκ ἄν ποτε ἦν ἡ ἑτέρα, ἡ διὰ τῆς ἀκοῆς, καλή· οὔκουν ἔστι γε δι᾽ ὄψεως ἡδονή.» Ἀληθῆ λέγεις, φήσομεν; ΙΠΠΙΑΣ. Φήσομεν γάρ. [300a] ΣΩΚΡΑΤΗΣ. «Οὐδέ γ᾽ αὖ ἡ δι᾽ ἀκοῆς ἡδονή, ὅτι δι᾽ ἀκοῆς ἐστι, διὰ ταῦτα τυγχάνει καλή· οὐ γὰρ ἄν ποτε αὖ ἡ διὰ τῆς ὄψεως καλὴ ἦν· οὔκουν ἔστι γε δι᾽ ἀκοῆς ἡδονή.» ἀληθῆ φήσομεν, ὦ Ἱππία, λέγειν τὸν ἄνδρα ταῦτα λέγοντα; ΙΠΠΙΑΣ. Ἀληθῆ. ΣΩΚΡΑΤΗΣ. «Ἀλλὰ μέντοι ἀμφότεραί γ᾽ εἰσὶ καλαί, ὡς φατέ.» φαμὲν γάρ; ΙΠΠΙΑΣ. Φαμέν. ΣΩΚΡΑΤΗΣ. «Ἔχουσιν ἄρα τι τὸ αὐτὸ ὃ ποιεῖ αὐτὰς καλὰς εἶναι, τὸ κοινὸν τοῦτο, ὃ καὶ ἀμφοτέραις αὐταῖς ἔπεστι κοινῇ [300b] καὶ ἑκατέρᾳ ἰδίᾳ· οὐ γὰρ ἄν που ἄλλως ἀμφότεραί γε καλαὶ ἦσαν καὶ ἑκατέρα.» ἀποκρίνου ἐμοὶ ὡς ἐκείνῳ. ΙΠΠΙΑΣ. Ἀποκρίνομαι, καὶ ἐμοὶ δοκεῖ ἔχειν ὡς λέγεις. ΣΩΚΡΑΤΗΣ. Εἰ ἄρα τι αὗται αἱ ἡδοναὶ ἀμφότεραι πεπόνθασιν, ἑκατέρα δὲ μή, οὐκ ἂν τούτῳ γε τῷ παθήματι εἶεν καλαί. ΙΠΠΙΑΣ. Καὶ πῶς ἂν εἴη τοῦτο, ὦ Σώκρατες, μηδετέρας πεπονθυίας τι τῶν ὄντων ὁτιοῦν, ἔπειτα τοῦτο τὸ πάθος, ὃ μηδετέρα πέπονθεν, ἀμφοτέρας πεπονθέναι;
|