ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ 5.1.2-5.1.5
(Απόσπασμα από την ενότητα ΞΕΝ ΚΠαιδ 5.1.2-5.1.8)
[5.1.2] Καλέσας δὲ ὁ Κῦρος Ἀράσπαν Μῆδον, ὃς ἦν αὐτῷ
ἐκ παιδὸς ἑταῖρος, ᾧ καὶ τὴν στολὴν ἐκδὺς ἔδωκε τὴν
Μηδικήν, ὅτε παρ' Ἀστυάγους εἰς Πέρσας ἀπῄει, τοῦτον
ἐκέλευσε διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν·
[5.1.3] ἦν δὲ αὕτη ἡ γυνὴ τοῦ Ἀβραδάτου τοῦ Σουσίου· ὅτε δὲ
ἡλίσκετο τὸ τῶν Ἀσσυρίων στρατόπεδον, ὁ ἀνὴρ αὐτῆς οὐκ
ἔτυχεν ἐν τῷ στρατοπέδῳ ὤν, ἀλλὰ πρὸς τὸν τῶν Βακτρίων
βασιλέα πρεσβεύων ᾤχετο· ἔπεμψε δὲ αὐτὸν ὁ Ἀσσύριος
περὶ συμμαχίας· ξένος γὰρ ὢν ἐτύγχανε τῷ τῶν Βακτρίων
βασιλεῖ· ταύτην οὖν ἐκέλευσεν ὁ Κῦρος διαφυλάττειν τὸν
Ἀράσπαν, ἕως ἂν αὐτὸς λάβῃ. [5.1.4] κελευόμενος δὲ ὁ Ἀράσπας
ἐπήρετο· Ἑώρακας δ', ἔφη, ὦ Κῦρε, τὴν γυναῖκα, ἥν με
κελεύεις φυλάττειν; Μὰ Δί', ἔφη ὁ Κῦρος, οὐκ ἔγωγε.
Ἀλλ' ἐγώ, ἔφη, ἡνίκα ἐξῃροῦμέν σοι αὐτήν· καὶ δῆτα, ὅτε
μὲν εἰσήλθομεν εἰς τὴν σκηνὴν αὐτῆς, τὸ πρῶτον οὐ διέ-
γνωμεν αὐτήν· χαμαί τε γὰρ ἐκάθητο καὶ αἱ θεράπαιναι
πᾶσαι περὶ αὐτήν· καὶ τοίνυν ὁμοίαν ταῖς δούλαις εἶχε τὴν
ἐσθῆτα· ἐπεὶ δὲ γνῶναι βουλόμενοι ποία εἴη ἡ δέσποινα
πάσας περιεβλέψαμεν, ταχὺ πάνυ καὶ πασῶν ἐφαίνετο δια-
φέρουσα τῶν ἄλλων, καίπερ καθημένη κεκαλυμμένη τε καὶ
εἰς γῆν ὁρῶσα. [5.1.5] ὡς δὲ ἀναστῆναι αὐτὴν ἐκελεύσαμεν,
συνανέστησαν μὲν αὐτῇ ἅπασαι αἱ ἀμφ' αὐτήν, διήνεγκε δ'
ἐνταῦθα πρῶτον μὲν τῷ μεγέθει, ἔπειτα δὲ καὶ τῇ ἀρετῇ
καὶ τῇ εὐσχημοσύνῃ, καίπερ ἐν ταπεινῷ σχήματι ἑστηκυῖα.
δῆλα δ' ἦν αὐτῇ καὶ τὰ δάκρυα στάζοντα, τὰ μὲν κατὰ τῶν
πέπλων, τὰ δὲ καὶ ἐπὶ τοὺς πόδας.