Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 6.4.2–6.4.9

Αποχαιρετώντας τον σύζυγο που φεύγει για τη μάχη
Ο Κύρος είχε δηλώσει ότι δεν θα πλησιάσει την όμορφη Πάνθεια, τη σύζυγο του βασιλιά των Σουσίων Αβραδάτα (βλ. σχετικά και ΞΕΝ ΚΠαιδ 5.1.2–5.1.8), για να διοικεί απερίσπαστος το στρατό του. Ενώ, όμως, ο ίδιος έμεινε πιστός στην υπόσχεσή του, ο φίλος του Αράσπας προσπάθησε ανεπιτυχώς να την κατακτήσει. Η σεμνή γυναίκα εκτίμησε ιδιαιτέρως τη διακριτική και αξιοπρεπή συμπεριφορά του Κύρου και του πρότεινε να καλέσει τον άντρα της για σύμμαχό του. Έτσι ο Κύρος κέρδισε ακόμα έναν φίλο και σύμμαχο. Κατά την αναχώρηση του Αβραδάτα για τη μεγάλη μάχη, η Πάνθεια αποχαιρετά τον αγαπημένο της σύζυγο.

    [6.4.2] Καὶ τῷ Ἀβραδάτᾳ δὲ τὸ τετράρρυμον ἅρμα καὶ ἵππων
ὀκτὼ παγκάλως ἐκεκόσμητο. ἐπεὶ δ’ ἔμελλε τὸν λινοῦν
θώρακα, ὃς ἐπιχώριος ἦν αὐτοῖς, ἐνδύεσθαι, προσφέρει
αὐτῷ ἡ Πάνθεια <χρυσοῦν> καὶ χρυσοῦν κράνος καὶ περι-
βραχιόνια καὶ ψέλια πλατέα περὶ τοὺς καρποὺς τῶν χειρῶν
καὶ χιτῶνα πορφυροῦν ποδήρη στολιδωτὸν τὰ κάτω καὶ
λόφον ὑακινθινοβαφῆ. ταῦτα δ’ ἐποιήσατο λάθρᾳ τοῦ
ἀνδρὸς ἐκμετρησαμένη τὰ ἐκείνου ὅπλα. [6.4.3] ὁ δὲ ἰδὼν ἐθαύ-
μασέ τε καὶ ἐπήρετο τὴν Πάνθειαν· Οὐ δήπου, ὦ γύναι,
συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; Μὰ
Δί’, ἔφη ἡ Πάνθεια, οὔκουν τόν γε πλείστου ἄξιον· σὺ γὰρ
ἔμοιγε, ἢν καὶ τοῖς ἄλλοις φανῇς οἷόσπερ ἐμοὶ δοκεῖς εἶναι,
μέγιστος κόσμος ἔσῃ. ταῦτα δὲ λέγουσα ἅμα ἐνέδυε τὰ
ὅπλα, καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτῇ τὰ
δάκρυα κατὰ τῶν παρειῶν.

    [6.4.4] Ἐπεὶ δὲ καὶ πρόσθεν ὢν ἀξιοθέατος ὁ Ἀβραδάτας ὡπλίσθη
τοῖς ὅπλοις τούτοις, ἐφάνη μὲν κάλλιστος καὶ ἐλευθεριώ-
τατος, ἅτε καὶ τῆς φύσεως ὑπαρχούσης· λαβὼν δὲ παρὰ
τοῦ ὑφηνιόχου τὰς ἡνίας παρεσκευάζετο ὡς ἀναβησόμενος
ἤδη ἐπὶ τὸ ἅρμα. [6.4.5] ἐν δὲ τούτῳ ἡ Πάνθεια ἀποχωρῆσαι
κελεύσασα τοὺς παρόντας πάντας ἔλεξεν· Ἀλλ’ ὅτι μέν,
ὦ Ἀβραδάτα, εἴ τις καὶ ἄλλη πώποτε γυνὴ τὸν ἑαυτῆς
ἄνδρα μεῖζον τῆς αὑτῆς ψυχῆς ἐτίμησεν, οἶμαί σε γιγνώ-
σκειν ὅτι καὶ ἐγὼ μία τούτων εἰμί. τί οὖν ἐμὲ δεῖ καθ’ ἓν
ἕκαστον λέγειν; τὰ γὰρ ἔργα οἶμαί σοι πιθανώτερα παρε-
σχῆσθαι τῶν νῦν λεχθέντων λόγων. [6.4.6] ὅμως δὲ οὕτως ἔχουσα
πρὸς σὲ ὥσπερ σὺ οἶσθα, ἐπομνύω σοι τὴν ἐμὴν καὶ σὴν
φιλίαν ἦ μὴν ἐγὼ βούλεσθαι ἂν μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ
γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἢ ζῆν μετ’ αἰσχυνο-
μένου αἰσχυνομένη· οὕτως ἐγὼ καὶ σὲ τῶν καλλίστων καὶ
ἐμαυτὴν ἠξίωκα. [6.4.7] καὶ Κύρῳ δὲ μεγάλην τινὰ δοκῶ ἡμᾶς
χάριν ὀφείλειν, ὅτι με αἰχμάλωτον γενομένην καὶ ἐξαι-
ρεθεῖσαν αὑτῷ οὔτε ὡς δούλην ἠξίωσε κεκτῆσθαι οὔτε ὡς
ἐλευθέραν ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δὲ σοὶ ὥσπερ
ἀδελφοῦ γυναῖκα λαβών. [6.4.8] πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη
αὐτοῦ ὁ ἐμὲ φυλάττων, ὑπεσχόμην αὐτῷ, εἴ με ἐάσειε πρὸς
σὲ πέμψαι, ἥξειν αὐτῷ σὲ πολὺ Ἀράσπου ἄνδρα καὶ
πιστότερον καὶ ἀμείνονα.

    [6.4.9] Ἡ μὲν ταῦτα εἶπεν· ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς
λόγοις καὶ θιγὼν αὐτῆς τῆς κεφαλῆς ἀναβλέψας εἰς τὸν
οὐρανὸν ἐπηύξατο· Ἀλλ’, ὦ Ζεῦ μέγιστε, δός μοι φανῆναι
ἀξίῳ μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ τοῦ ἡμᾶς
τιμήσαντος. ταῦτ’ εἰπὼν κατὰ τὰς θύρας τοῦ ἁρματείου
δίφρου ἀνέβαινεν ἐπὶ τὸ ἅρμα.