Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΑΡΑΓΡΑΦΗ ΥΠΕΡ ΦΟΡΜΙΩΝΟΣ

ΔΗΜ 36.57–61

Ἐπίλογος: Έκκληση προς τους δικαστές – Ανακεφαλαίωση
Ο ομιλητής υποστήριξε ότι ο ίδιος ο Πασίωνας όριζε στη διαθήκη του ότι η γυναίκα του θα παντρευόταν τον Φορμίωνα, που θα επιτρόπευε τον δεύτερο γιο του, τον ανήλικο Πασικλή, και επικαλέστηκε παραδείγματα και άλλων δούλων που, όπως ο Φορμίωνας, απέκτησαν δικαιώματα και παντρεύτηκαν με τις γυναίκες των πρώην αφεντικών τους (βλ. σχετικά και ΔΗΜ 36.1–3). Κατόπιν προσπάθησε να υποβαθμίσει τη συμμετοχή του μεγαλύτερου γιου του Πασίωνα, του Απολλόδωρου, στις λειτουργίες που του είχε αναθέσει η πόλη και συνέκρινε το ήθος του Φορμίωνα με την αχαριστία και απληστία του αντιδίκου του.

    [57] Τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος
γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδέν’ οὔτ’ ἰδίᾳ
οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδ’ ἀδικῶν Ἀπολ-
λόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ
ἡμεῖς συνδεόμεθ’ οἱ ἐπιτήδειοι ταῦθ’ ὑμῶν. ἐκεῖνο δ’ ὑμᾶς
ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθ’ ὑμῖν
ἀνεγνώσθη προσηυπορηκώς, ὅσ’ οὔθ’ οὗτος οὔτ’ ἄλλος οὐδεὶς
κέκτηται. πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ
τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, δι’ ἧς καὶ αὐτὸς
αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν. [58] ἃ μὴ προῆσθε, μηδ’ ἐπι-
τρέψητ’ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητ’
αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως
ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρ’
ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερ’ ὑμῖν παρὰ τῷδ’ ὄνθ’
ὑπάρχει. ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον
ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει. [59] καὶ τούτων οὐδὲν εἵνεκα τοῦ
λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ
καὶ τρόπου ἐπιεικείᾳ. οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι,
τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτ’ ἐλεεῖν
ὅτ’ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε
σῶσαι· οὐ γὰρ ἔγωγ’ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθή-
σειέ τις αὐτῷ. [60] τὰ μὲν οὖν πόλλ’ ὧν Ἀπολλόδωρος ἐρεῖ,
νομίζετ’ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δ’ αὐτὸν
ἐπιδεῖξαι, ἢ ὡς οὐ διέθετο ταῦθ’ ὁ πατήρ, ἢ ὡς ἔστιν τις
ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ἢ ὡς οὐκ ἀφῆκεν
αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἃ ἔγνω
<θ’> ὁ κηδεστὴς ὁ τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ἢ ὡς
διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, ἢ τῶν
τοιούτων τι δεικνύναι. [61] ἐὰν δ’ ἀπορῶν αἰτίας καὶ βλασφη-
μίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδ’ ὑμᾶς
ἡ τούτου κραυγὴ καὶ ἀναίδει’ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε
καὶ μέμνησθ’ ὅσ’ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί
τ’ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν
Δία καὶ θεοὺς ἅπαντας.