Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΑΡΑΓΡΑΦΗ ΠΡΟΣ ΠΑΝΤΑΙΝΕΤΟΝ

ΔΗΜ 37.1–3

Προοίμιον: οι λόγοι που υπαγόρευσαν τη δίκη
Ο Νικόβουλος προσπαθεί σε αυτήν τη δίκη παραγραφῆς να αποδείξει ότι δεν ευσταθεί η αγωγή του Πανταίνετου εναντίον του. Σημειώνεται ότι ο Εύεργος, συνέταιρος του Νικόβουλου, είχε ήδη καταδικαστεί για την ίδια υπόθεση.

    [1] Δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψα-
σθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγε-
νημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί,
παρεγραψάμην, ὡς ἠκούσατ’ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι
τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου,
οὐδ’, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα
τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ
φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ
ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλ’ ἐπὶ
ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερ’ ὑμῖν ἐπιδεῖξαι, καὶ
ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζε-
ται. [2] εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν
ἐγκαλεῖ, κατ’ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι
δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους
ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδη-
μούντων δ’ ἡμῶν ἀμφοτέρων, ἁπάντων δ’ ἀνθρώπων εἰωθότων
παρ’ αὐτὰ τἀδικήματα μᾶλλον ἢ χρόνων ἐγγεγενημένων ἀγα-
νακτεῖν. ἐπειδὴ δ’ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδ’ ὅτι
φήσετε, ἐπειδὰν τὰ πεπραγμέν’ ἀκούσητε, τῷ κατορθῶσαι
τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν
ἐστι παρ’ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδείξανθ’ ὡς οὐδ’
ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον,
πειρᾶσθαι σῴζειν ἐμαυτόν. [3] δεήσομαι δὲ καὶ μέτρια καὶ
δίκαι’ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην
εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν· πολλῶν
γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτ’
ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι
δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν.
ἐξ ἀρχῆς δ’, ὡς ἂν οἷός τ’ ὦ διὰ βραχυτάτων, ἅπαντα
τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς.