Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΟΛΥΝΘΙΑΚΟΣ Β΄

ΔΗΜ 2.22–23

Ο ρόλος της τύχης και των θεών στα ανθρώπινα – Προϋπόθεση κάθε επιτυχίας είναι η ανάληψη δράσης
Ο ρήτορας προσπάθησε να υποβαθμίσει το αξιόμαχο του μακεδονικού στρατού και παρουσίασε τον ηγέτη του, τον Φίλιππο, ως έναν άνδρα με σημαντικά ελαττώματα και ανθρώπινες αδυναμίες, προς τον οποίον οι περισσότεροι Μακεδόνες ήταν εχθρικά διακείμενοι. Στόχος του, να αναπτερώσει το ηθικό των συμπατριωτών του. Και συνεχίζει:

    [22] Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυ-
χοῦνθ’ ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώ-
φρονος μὲν ἀνθρώπου λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή,
μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη παρὰ πάντ’ ἐστὶ τὰ τῶν ἀνθρώ-
πων πράγματα· οὐ μὴν ἀλλ’ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη,
τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην, ἐθελόντων ἃ
προσήκει ποιεῖν ὑμῶν αὐτῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου·
πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν
εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ’κείνῳ. [23] ἀλλ’, οἶμαι,
καθήμεθ’ οὐδὲν ποιοῦντες· οὐκ ἔνι δ’ αὐτὸν ἀργοῦντ’ οὐδὲ
τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μή τί γε δὴ
τοῖς θεοῖς. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος καὶ
πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφ’ ἅπασι καὶ μήτε καιρὸν
μήθ’ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων
καὶ πυνθανομένων περιγίγνεται. οὐδὲ θαυμάζω τοῦτ’ ἐγώ·
τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς
ὧν τοῖς πολεμοῦσι προσήκει τοῦ πάντα ποιοῦντος περιῆμεν.