Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΟΛΥΝΘΙΑΚΟΣ Β΄

ΔΗΜ 2.9–13

Η δύναμη του Φιλίππου, ως προϊόν δόλου και απάτης, είναι ασταθής – Οι προτάσεις του ρήτορα
Προσπαθώντας να αναπτερώσει το ηθικό των συμπατριωτών του (βλ. και ΔΗΜ 2.3–4), ο ρήτορας εξέθεσε τα τεχνάσματα και τους διπλωματικούς ελιγμούς με τους οποίους αύξησε τη δύναμή του ο Φίλιππος. Στόχος του, να αποδείξει ότι ο Μακεδόνας βασιλιάς δεν ήταν ακαταμάχητος. Και συνεχίζει:

    [9] Καὶ μὴν εἴ τις ὑμῶν ταῦτα μὲν οὕτως ἔχειν ἡγεῖται,
οἴεται δὲ βίᾳ καθέξειν αὐτὸν τὰ πράγματα τῷ τὰ χωρία καὶ
λιμένας καὶ τὰ τοιαῦτα προειληφέναι, οὐκ ὀρθῶς οἴεται.
ὅταν μὲν γὰρ ὑπ’ εὐνοίας τὰ πράγματα συστῇ καὶ πᾶσι
ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τοῦ πολέμου, καὶ συμπονεῖν
καὶ φέρειν τὰς συμφορὰς καὶ μένειν ἐθέλουσιν ἅνθρωποι·
ὅταν δ’ ἐκ πλεονεξίας καὶ πονηρίας τις ὥσπερ οὗτος ἰσχύσῃ,
ἡ πρώτη πρόφασις καὶ μικρὸν πταῖσμα ἅπαντ’ ἀνεχαίτισε
καὶ διέλυσεν. [10] οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι,
ἀδικοῦντα κἀπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν
κτήσασθαι, ἀλλὰ τὰ τοιαῦτ’ εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον
ἀντέχει, καὶ σφόδρα γ’ ἤνθησ’ ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ,
τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ. ὥσπερ γὰρ
οἰκίας, οἶμαι, καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ
κάτωθεν ἰσχυρότατ’ εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς
ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει.
τοῦτο δ’ οὐκ ἔνι νῦν ἐν τοῖς πεπραγμένοις Φιλίππῳ.

    [11] Φημὶ δὴ δεῖν ἡμᾶς τοῖς μὲν Ὀλυνθίοις βοηθεῖν, καὶ ὅπως
τις λέγει κάλλιστα καὶ τάχιστα, οὕτως ἀρέσκει μοι· πρὸς
δὲ Θετταλοὺς πρεσβείαν πέμπειν, ἣ τοὺς μὲν διδάξει ταῦτα,
τοὺς δὲ παροξυνεῖ· καὶ γὰρ νῦν εἰσιν ἐψηφισμένοι Παγασὰς
ἀπαιτεῖν καὶ περὶ Μαγνησίας λόγους ποιεῖσθαι. [12] σκοπεῖσθε
μέντοι τοῦτ’, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ λόγους ἐροῦσιν
μόνον οἱ παρ’ ἡμῶν πρέσβεις, ἀλλὰ καὶ ἔργον τι δεικνύειν
ἕξουσιν ἐξεληλυθότων ὑμῶν ἀξίως τῆς πόλεως καὶ ὄντων
ἐπὶ τοῖς πράγμασιν, ὡς ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ πρά-
γματα, μάταιόν τι φαίνεται καὶ κενόν, μάλιστα δ’ ὁ παρὰ
τῆς ἡμετέρας πόλεως· ὅσῳ γὰρ ἑτοιμότατ’ αὐτῷ δοκοῦμεν
χρῆσθαι, τοσούτῳ μᾶλλον ἀπιστοῦσι πάντες αὐτῷ. [13] πολλὴν
δὴ τὴν μετάστασιν καὶ μεγάλην δεικτέον τὴν μεταβολήν,
εἰσφέροντας, ἐξιόντας, ἅπαντα ποιοῦντας ἑτοίμως, εἴπερ τις
ὑμῖν προσέξει τὸν νοῦν. κἂν ταῦτ’ ἐθελήσηθ’ ὡς προσήκει
καὶ δὴ περαίνειν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμ-
μαχικὰ ἀσθενῶς καὶ ἀπίστως ἔχοντα φανήσεται Φιλίππῳ,
ἀλλὰ καὶ τὰ τῆς οἰκείας ἀρχῆς καὶ δυνάμεως κακῶς ἔχοντ’
ἐξελεγχθήσεται.