Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Γ΄

ΔΗΜ 9.47–52

Δεν ευσταθεί το επιχείρημα ότι ο Φίλιππος δεν είναι τόσο ισχυρός, όσο οι Λακεδαιμόνιοι στο παρελθόν
Προς επίρρωση όσων προανέφερε σχετικά με τους πολιτικούς που χρηματίζονταν, για να υποστηρίξουν τα μακεδονικά συμφέροντα (βλ. σχετικά ΔΗΜ 9.36–40) και προκειμένου να αποδείξει την ευαισθησία των παλαιότερων Αθηναίων απέναντι στο αδίκημα της δωροληψίας, ο ρήτορας επικαλέστηκε ένα χαρακτηριστικό παράδειγμα. Και συνεχίζει:

    [47] Ἔστι τοίνυν τις εὐήθης λόγος παρὰ τῶν παραμυθεῖσθαι
βουλομένων τὴν πόλιν, ὡς ἄρ’ οὔπω Φίλιππός ἐστιν οἷοί
ποτ’ ἦσαν Λακεδαιμόνιοι, οἳ θαλάττης μὲν ἦρχον καὶ γῆς
ἁπάσης, βασιλέα δὲ σύμμαχον εἶχον, ὑφίστατο δ’ οὐδὲν
αὐτούς· ἀλλ’ ὅμως ἠμύνατο κἀκείνους ἡ πόλις καὶ οὐκ
ἀνηρπάσθη. ἐγὼ δ’ ἁπάντων ὡς ἔπος εἰπεῖν πολλὴν εἰλη-
φότων ἐπίδοσιν, καὶ οὐδὲν ὁμοίων ὄντων τῶν νῦν τοῖς
πρότερον, οὐδὲν ἡγοῦμαι πλέον ἢ τὰ τοῦ πολέμου κεκινῆσθαι
κἀπιδεδωκέναι. [48] πρῶτον μὲν γὰρ ἀκούω Λακεδαιμονίους
τότε καὶ πάντας τοὺς ἄλλους, τέτταρας μῆνας ἢ πέντε, τὴν
ὡραίαν αὐτήν, ἐμβαλόντας ἂν καὶ κακώσαντας τὴν χώραν
ὁπλίταις καὶ πολιτικοῖς στρατεύμασιν ἀναχωρεῖν ἐπ’ οἴκου
πάλιν· οὕτω δ’ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ὥστ’
οὐδὲ χρημάτων ὠνεῖσθαι παρ’ οὐδενὸς οὐδέν, ἀλλ’ εἶναι
νόμιμόν τινα καὶ προφανῆ τὸν πόλεμον. [49] νυνὶ δ’ ὁρᾶτε μὲν
δήπου τὰ πλεῖστα τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δ’ ἐκ
παρατάξεως οὐδὲ μάχης γιγνόμενον· ἀκούετε δὲ Φίλιππον
οὐχὶ τῷ φάλαγγ’ ὁπλιτῶν ἄγειν βαδίζονθ’ ὅποι βούλεται,
ἀλλὰ τῷ ψιλούς, ἱππέας, τοξότας, ξένους, τοιοῦτον ἐξηρτῆ-
σθαι στρατόπεδον. [50] ἐπειδὰν δ’ ἐπὶ τούτοις πρὸς νοσοῦντας
ἐν αὑτοῖς προσπέσῃ καὶ μηδεὶς ὑπὲρ τῆς χώρας δι’ ἀπιστίαν
ἐξίῃ, μηχανήματ’ ἐπιστήσας πολιορκεῖ. καὶ σιωπῶ θέρος
καὶ χειμῶνα, ὡς οὐδὲν διαφέρει, οὐδ’ ἐστὶν ἐξαίρετος ὥρα
τις ἣν διαλείπει. [51] ταῦτα μέντοι πάντας εἰδότας καὶ λογιζο-
μένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν, οὐδ’
εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους πολέμου
βλέποντας ἐκτραχηλισθῆναι, ἀλλ’ ὡς ἐκ πλείστου φυλάτ-
τεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς, ὅπως οἴκοθεν
μὴ κινήσεται σκοποῦντας, οὐχὶ συμπλακέντας διαγωνίζεσθαι.
[52] πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει πλεονεκτήμαθ’ ἡμῖν
ὑπάρχει, ἄν περ, ὦ ἄνδρες Ἀθηναῖοι, ποιεῖν ἐθέλωμεν ἃ
δεῖ, ἡ φύσις τῆς ἐκείνου χώρας, ἧς ἄγειν καὶ φέρειν ἔστι
πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα μυρία· εἰς δ’ ἀγῶνα ἄμεινον
ἡμῶν ἐκεῖνος ἤσκηται.