Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ

ΔΗΜ 24.210–214

Οι νόμοι εκφράζουν το ήθος της πόλεως – Η άποψη του Σόλωνα για τους εισηγητές κακών νόμων
Ο ρήτορας επέμεινε ότι εγκυμονεί σοβαρότατους κινδύνους για την πόλη και το πολίτευμά της η αλόγιστη αλλαγή των νόμων, ιδίως όταν αυτή εξυπηρετεί τα συμφέροντα μιας μόνο μερίδας πολιτών – στην προκειμένη περίπτωση ολιγαρχικών όπως ο Ανδροτίωνας. Φτάνοντας στον –ομολογουμένως μακροσκελή– ἐπίλογόν του, ένα μικρό απόσπασμα του οποίου ακολουθεί, επανέρχεται στους κύριους άξονες της επιχειρηματολογίας που ανέπτυξε προηγουμένως:

    [210] Δεῖ τοίνυν ὑμᾶς κἀκεῖνο σκοπεῖν, ὅτι πολλοὶ τῶν Ἑλλή-
νων πολλάκις εἰσὶν ἐψηφισμένοι τοῖς νόμοις χρῆσθαι τοῖς
ὑμετέροις, ἐφ’ ᾧ φιλοτιμεῖσθ’ ὑμεῖς, εἰκότως· ὃ γὰρ εἰπεῖν
τινά φασιν ἐν ὑμῖν, ἀληθὲς εἶναί μοι δοκεῖ, ὅτι τοὺς νόμους
ἅπαντες ὑπειλήφασιν, ὅσοι σωφρονοῦσι, τρόπους τῆς πόλεως.
χρὴ τοίνυν σπουδάζειν ὅπως ὡς βέλτιστοι δόξουσιν εἶναι,
καὶ τοὺς λυμαινομένους καὶ διαστρέφοντας αὐτοὺς κολάζειν,
ὡς εἰ καταρραθυμήσετε, τῆς φιλοτιμίας τε ταύτης ἀποστερή-
σεσθε καὶ κατὰ τῆς πόλεως δόξαν οὐ χρηστὴν ποιήσετε.
[211] καὶ μὴν εἰ Σόλωνα καὶ Δράκοντα δικαίως ἐπαινεῖτε, οὐκ ἂν
ἔχοντες εἰπεῖν οὐδετέρου κοινὸν εὐεργέτημ’ οὐδὲν πλὴν ὅτι
συμφέροντας ἔθηκον καὶ καλῶς ἔχοντας νόμους, δίκαιον
δήπου καὶ τοῖς ὑπεναντίως τιθεῖσιν ἐκείνοις ὀργίλως ἔχοντας
καὶ κολάζοντας φαίνεσθαι. οἶδα δὲ Τιμοκράτην, ὅτι τὸν
νόμον εἰσενήνοχε τοῦτον οὐχ ἥκισθ’ ὑπὲρ αὑτοῦ· πολλὰ γὰρ
ἡγεῖτο πολιτεύεσθαι παρ’ ὑμῖν ἄξια δεσμοῦ.

    [212] Βούλομαι τοίνυν ὑμῖν κἀκεῖνο διηγήσασθαι, ὅ φασί ποτ’
εἰπεῖν Σόλωνα κατηγοροῦντα νόμον τινὸς οὐκ ἐπιτήδειον
θέντος. λέγεται γὰρ τοῖς δικασταῖς αὐτὸν εἰπεῖν, ἐπειδὴ
τἆλλα κατηγόρησεν, ὅτι νόμος ἐστὶν ἁπάσαις, ὡς ἔπος εἰπεῖν,
ταῖς πόλεσιν, ἐάν τις τὸ νόμισμα διαφθείρῃ, θάνατον τὴν
ζημίαν εἶναι. ἐπερωτήσας δ’ εἰ δίκαιος αὐτοῖς καὶ καλῶς
ἔχων ὁ νόμος φαίνεται, [213] ἐπειδὴ φῆσαι τοὺς δικαστάς, εἰπεῖν
ὅτι αὐτὸς ἡγεῖται ἀργύριον μὲν νόμισμ’ εἶναι τῶν ἰδίων
συναλλαγμάτων εἵνεκα τοῖς ἰδιώταις εὑρημένον, τοὺς δὲ
νόμους [ἡγοῖτο] νόμισμα τῆς πόλεως εἶναι. δεῖν δὴ τοὺς
δικαστὰς πολλῷ μᾶλλον, εἴ τις ὃ τῆς πόλεώς ἐστι νόμισμα,
τοῦτο διαφθείρει καὶ παράσημον εἰσφέρει, μισεῖν καὶ κολά-
ζειν, ἢ εἴ τις ἐκεῖν’ ὃ τῶν ἰδιωτῶν ἐστιν. [214] προσθεῖναι δὲ
τεκμήριον τοῦ καὶ μεῖζον εἶναι τἀδίκημα, τὸ τοὺς νόμους
διαφθείρειν ἢ τὸ ἀργύριον, ὅτι ἀργυρίῳ μὲν πολλαὶ τῶν
πόλεων καὶ φανερῶς πρὸς χαλκὸν καὶ μόλυβδον κεκραμένῳ
χρώμεναι σῴζονται καὶ οὐδ’ ὁτιοῦν παρὰ τοῦτο πάσχουσιν,
νόμοις δὲ πονηροῖς χρώμενοι καὶ διαφθείρεσθαι τοὺς ὄντας
ἐῶντες οὐδένες πώποτ’ ἐσώθησαν. ταύτῃ μέντοι τῇ κατη-
γορίᾳ Τιμοκράτης ἔνοχος καθέστηκε νυνί, καὶ δικαίως ἂν
ὑφ’ ὑμῶν τοῦ προσήκοντος τύχοι τιμήματος.