Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΣΤΕΦΑΝΟΥ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ Α΄

ΔΗΜ 45.63–67

Επίθεση στο ήθος του κατηγορουμένου: ο Στέφανος είναι κόλακας, κακός πολίτης και ιταμός τυχοδιώκτης
Ο Απολλόδωρος, μεγαλύτερος γιος του τραπεζίτη Πασίωνα, μηνύει τον Στέφανο για ψευδομαρτυρία κατά την υπεράσπιση του Φορμίωνα στην παλαιότερη δίκη, όπου ο Φορμίωνας πέτυχε την παραγραφή της αγωγής που είχε εγείρει εναντίον του ο Απολλόδωρος για σφετερισμό μέρους της πατρικής του περιουσίας (βλ. και ΔΗΜ 36.1–3). Αφού αναφέρθηκε στις δικονομικές παραβάσεις και τους ψευδείς ισχυρισμούς κατά την κατάθεση του Στέφανου και τόνισε ότι φοβερότερο όλων ήταν το γεγονός ότι ο κατηγορούμενος είναι συγγενής του, ο ρήτορας περνά στην πίστιν ἐκ τοῦ βίου .

    [63] Δικαίως τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων ἁπάντων δοὺς
ἂν δίκην, πολὺ μᾶλλον ἂν εἰκότως διὰ τἆλλα κολασθείη παρ’
ὑμῖν. σκοπεῖτε δέ, τὸν βίον ὃν βεβίωκεν ἐξετάζοντες.
οὗτος γάρ, ἡνίκα μὲν συνέβαινεν εὐτυχεῖν Ἀριστολόχῳ τῷ
τραπεζίτῃ, ἴσα βαίνων ἐβάδιζεν ὑποπεπτωκὼς ἐκείνῳ, καὶ
ταῦτ’ ἴσασι πολλοὶ τῶν ἐνθάδ’ ὄντων ὑμῶν. [64] ἐπειδὴ δ’
ἀπώλετ’ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθ’ ὑπὸ τού-
του καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου
πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδ’ ἐβοή-
θησεν, ἀλλ’ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλ-
λον βοηθοῦσι· Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν
οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ
τούτου πρεσβευτὴς μὲν ᾤχετ’ εἰς Βυζάντιον πλέων, ἡνίκ’
ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν
τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δ’ ἐμοῦ φανερῶς
οὕτως καταμεμαρτύρηκεν. [65] εἶθ’ ὃς εὐτυχούντων ἐστὶ κόλαξ,
κἂν ἀτυχῶσι, τῶν αὐτῶν τούτων προδότης, καὶ τῶν μὲν ἄλλων
πολιτῶν πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων μηδενὶ μηδ’ ἐξ
ἴσου χρῆται, τοῖς δὲ τοιούτοις ἐθελοντὴς ὑποπίπτει, καὶ μήτ’
εἴ τινα τῶν οἰκείων ἀδικήσει μήτ’ εἰ παρὰ τοῖς ἄλλοις φαύλην
δόξαν ἕξει ταῦτα ποιῶν μήτ’ ἄλλο μηδὲν σκοπεῖ, πλὴν ὅπως
τι πλέον ἕξει, τοῦτον οὐ μισεῖν ὡς κοινὸν ἐχθρὸν τῆς φύσεως
ὅλης τῆς ἀνθρωπίνης προσήκει; [66] ἔγωγ’ ἂν φαίην. ταῦτα
μέντοι τὰ τοσαύτην ἔχοντ’ αἰσχύνην, ὦ ἄνδρες Ἀθηναῖοι,
ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντ’ ἀποκρύπτεσθαι προῄ-
ρηται πράττειν, ἵν’ ἐργασίας ἀφανεῖς διὰ τῆς τραπέζης
ποιῆται, καὶ μήτε χορηγῇ μήτε τριηραρχῇ μήτ’ ἄλλο μηδὲν
ὧν προσήκει ποιῇ. καὶ κατείργασται τοῦτο. τεκμήριον δέ·
ἔχων γὰρ οὐσίαν τοσαύτην ὥσθ’ ἑκατὸν μνᾶς ἐπιδοῦναι τῇ
θυγατρί, οὐδ’ ἡντινοῦν ἑώραται λῃτουργίαν ὑφ’ ὑμῶν λῃ-
τουργῶν, οὐδὲ τὴν ἐλαχίστην. καίτοι πόσῳ κάλλιον φιλοτι-
μούμενον ἐξετάζεσθαι καὶ προθυμούμενον εἰς ἃ δεῖ τῇ πόλει,
ἢ κολακεύοντα καὶ τὰ ψευδῆ μαρτυροῦντα; ἀλλ’ ἐπὶ τῷ
κερδαίνειν πᾶν ἂν οὗτος ποιήσειε. [67] καὶ μήν, ὦ ἄνδρες Ἀθη-
ναῖοι, μᾶλλον ἄξιον ὀργίλως ἔχειν τοῖς μετ’ εὐπορίας πονη-
ροῖς ἢ τοῖς μετ’ ἐνδείας. τοῖς μὲν γὰρ ἡ τῆς χρείας ἀνάγκη
φέρει τινὰ συγγνώμην παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις·
οἱ δ’ ἐκ περιουσίας, ὥσπερ οὗτος, πονηροὶ οὐδεμίαν πρόφασιν
δικαίαν ἔχοιεν ἂν εἰπεῖν, ἀλλ’ αἰσχροκερδίᾳ καὶ πλεονεξίᾳ
καὶ ὕβρει καὶ τῷ τὰς αὑτῶν συστάσεις κυριωτέρας τῶν νόμων
ἀξιοῦν εἶναι ταῦτα φανήσονται πράττοντες. ὑμῖν δ’ οὐδὲν
τούτων συμφέρει, ἀλλὰ τὸν ἀσθενῆ παρὰ τοῦ πλουσίου δίκην,
ἂν ἀδικῆται, δύνασθαι λαβεῖν. ἔσται δὲ τοῦτο, ἐὰν κολά-
ζητε τοὺς φανερῶς οὕτως ἐξ εὐπορίας πονηρούς.