Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΒΛΑΒΗΣ

ΔΗΜ 48.1–3

Προοίμιον: οι λόγοι που επέβαλαν τη μήνυση – Έκκληση για δίκαιη απόφαση
Ο Καλλίστρατος μηνύει τον κουνιάδο του, τον Ολυμπιόδωρο, για αθέτηση της συμφωνίας τους να μοιραστούν την περιουσία του Κόμωνα μετά τον θάνατό του.

    [1] Ἀναγκαῖον ἴσως ἐστίν, ὦ ἄνδρες δικασταί, καὶ τοὺς μὴ
εἰωθότας μηδὲ δυναμένους <εἰπεῖν> εἰσιέναι εἰς δικαστήριον,
ἐπειδὰν ὑπό τινος ἀδικῶνται, ἄλλως τε καὶ ὑφ’ ὧν ἥκιστα
προσῆκεν [ἀδικεῖσθαι], οἷον καὶ ἐμοὶ νυνὶ συμβαίνει. οὐ
βουλόμενος γάρ, ὦ ἄνδρες δικασταί, ἀγωνίζεσθαι πρὸς
Ὀλυμπιόδωρον οἰκεῖον ὄντα καὶ ἀδελφὴν τούτου ἔχων,
ἠνάγκασμαι διὰ τὸ μεγάλ’ ἀδικεῖσθαι ὑπὸ τούτου. [2] εἰ μὲν
οὖν μὴ ἀδικούμενος, ὦ ἄνδρες δικασταί, ἀλλὰ ψεῦδός τι
ἐγκαλῶν Ὀλυμπιοδώρῳ τούτων τι ἐποίουν, ἢ τοῖς ἐπιτη-
δείοις τοῖς ἐμοῖς καὶ Ὀλυμπιοδώρου μὴ ἐθέλων ἐπιτρέπειν,
ἢ ἄλλου τινὸς τῶν δικαίων ἀφιστάμενος, εὖ ἴστε ὅτι πάνυ
ἂν ᾐσχυνόμην καὶ ἐνόμιζον ἂν ἐμαυτὸν φαῦλον εἶναι ἄνθρω-
πον· νῦν δ’ οὔτε μικρὰ ἐλαττούμενος ὑπὸ Ὀλυμπιοδώρου,
οὔτε διαλλακτὴν οὐδένα φεύγων, οὔτ’ αὖ μὰ τὸν Δία τὸν
μέγιστον ἑκών, ἀλλ’ ὡς οἷόν τε μάλιστα ἄκων, ἠνάγκασμαι
ὑπὸ τούτου ἀγωνίζεσθαι ταύτην τὴν δίκην. [3] δέομαι οὖν
ὑμῶν, ὦ ἄνδρες δικασταί, ἀκούσαντας ἀμφοτέρων ἡμῶν καὶ
αὐτοὺς δοκιμαστὰς τοῦ πράγματος γενομένους μάλιστα μὲν
διαλλάξαντας ἀποπέμψαι καὶ εὐεργέτας ἡμῶν ἀμφοτέρων
ὑμᾶς γενέσθαι, ἐὰν δ’ ἄρα μὴ ἐπιτυγχάνητε τούτου, ἐκ τῶν
ὑπολοίπων τῷ τὰ δίκαια λέγοντι, τούτῳ τὴν ψῆφον ὑμᾶς
προσθέσθαι. πρῶτον μὲν οὖν μαρτυρίας ἀναγνώσεται ὅτι
οὐκ ἐγὼ αἴτιός εἰμι τοῦ εἰς τὸ δικαστήριον εἰσιέναι, ἀλλ’
οὗτος αὐτός. λέγε τὰς μαρτυρίας.