Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΜΕΙΔΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΟΝΔΥΛΟΥ

ΔΗΜ 21.83–94

(ΔΗΜ 21.83–101: Ένα περιστατικό ενδεικτικό της εκδικητικότητας του Μειδία) Μειδίας εναντίον Στράτωνα
Συνεχίζοντας την πίστιν του λόγου του, ο Δημοσθένης, επικαλέστηκε τον θρησκευτικό χαρακτήρα των Διονυσίων, κατά τη διάρκεια των οποίων του επιτέθηκε ο Μειδίας, και έδειξε ότι ο κατηγορούμενος με την επίθεση εναντίον του δεν προσέβαλε απλώς έναν ιδιώτη, αλλά και ασέβησε προς τον θεό. Συγκρίνοντας τη συμπεριφορά του κατηγορουμένου με εκείνη που επέδειξαν διάφοροι γνωστοί Αθηναίοι στις μεταξύ τους έριδες, επισήμανε την πρωτοφανή θρασύτητα και αλαζονεία του Μειδία, ενώ στη συνέχεια εξιστόρησε τα γεγονότα που γέννησαν την εχθρότητα του κατηγορουμένου προς αυτόν και κατέληξαν στο βίαιο περιστατικό των Διονυσίων: ο Δημοσθένης είχε πετύχει ερήμην καταδίκη του αντιδίκου του σε δίκη για κακηγορίαν (συκοφαντική δυσφήμηση).

    [83] Ὃ τοίνυν πεποίηκεν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῆς δίκης,
ἀκούσατε, καὶ θεωρεῖτ’ ἐφ’ ἑκάστου τὴν ὕβριν καὶ τὴν
ὑπερηφανίαν αὐτοῦ. τῆς γὰρ δίκης, ταύτης λέγω ἧς εἷλον
αὐτόν, γίγνεταί μοι διαιτητὴς Στράτων Φαληρεύς, ἄνθρωπος
πένης μέν τις καὶ ἀπράγμων, ἄλλως δ’ οὐ πονηρός, ἀλλὰ
καὶ πάνυ χρηστός· ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς οὐδὲ
δικαίως, ἀλλὰ καὶ πάνυ αἰσχρῶς ἀπολώλεκεν. [84] οὗτος διαι-
τῶν ἡμῖν ὁ Στράτων, ἐπειδή ποθ’ ἧκεν ἡ κυρία, πάντα δ’
ἤδη διεξεληλύθει ταῦτα τἀκ τῶν νόμων, ὑπωμοσίαι καὶ
παραγραφαί, καὶ οὐδὲν ἔτ’ ἦν ὑπόλοιπον, τὸ μὲν πρῶτον
ἐπισχεῖν ἐδεῖτό μου τὴν δίαιταν, ἔπειτ’ εἰς τὴν ὑστεραίαν
ἀναβαλέσθαι· τὸ τελευταῖον δ’, ὡς οὔτ’ ἐγὼ συνεχώρουν
οὔθ’ οὗτος ἀπήντα, τῆς δ’ ὥρας ἐγίγνετ’ ὀψέ, κατεδιῄτησεν.
[85] ἤδη δ’ ἑσπέρας οὔσης καὶ σκότους ἔρχεται Μειδίας οὑτοσὶ
πρὸς τὸ τῶν ἀρχόντων οἴκημα, καὶ καταλαμβάνει τοὺς ἄρ-
χοντας ἐξιόντας καὶ τὸν Στράτων’ ἀπιόντ’ ἤδη, τὴν ἔρημον
δεδωκότα, ὡς ἐγὼ τῶν παραγενομένων τινὸς ἐπυνθανόμην.
τὸ μὲν οὖν πρῶτον οἷός τ’ ἦν πείθειν αὐτόν, ἣν κατεδεδιῃ-
τήκει, ταύτην ἀποδεδιῃτημένην ἀποφαίνειν, καὶ τοὺς ἄρ-
χοντας μεταγράφειν, καὶ πεντήκοντα δραχμὰς αὐτοῖς ἐδίδου·
[86] ὡς δ’ ἐδυσχέραινον οὗτοι τὸ πρᾶγμα καὶ οὐδετέρους ἔπειθεν,
ἀπειλήσας καὶ διαλοιδορηθεὶς ἀπελθὼν τί ποιεῖ; καὶ θεά-
σασθε τὴν κακοήθειαν. τὴν μὲν δίαιταν ἀντιλαχὼν οὐκ
ὤμοσεν, ἀλλ’ εἴασε καθ’ αὑτοῦ κυρίαν γενέσθαι, καὶ ἀνώ-
μοτος ἀπηνέχθη· βουλόμενος δὲ τὸ μέλλον λαθεῖν, φυλάξας
τὴν τελευταίαν ἡμέραν τῶν διαιτητῶν, τὴν τοῦ Θαργηλιῶνος
ἢ τοῦ Σκιροφοριῶνος γιγνομένην, εἰς ἣν ὁ μὲν ἦλθε τῶν
διαιτητῶν, [87] ὁ δ’ οὐκ ἦλθε, πείσας τὸν πρυτανεύοντα δοῦναι
τὴν ψῆφον παρὰ πάντας τοὺς νόμους, κλητῆρ’ οὐδ’ ὁντινοῦν
ἐπιγραψάμενος, κατηγορῶν ἔρημον, οὐδενὸς παρόντος, ἐκ-
βάλλει καὶ ἀτιμοῖ τὸν διαιτητήν· καὶ νῦν εἷς Ἀθηναίων,
ὅτι Μειδίας ἔρημον ὦφλε δίκην, ἁπάντων ἀπεστέρηται τῶν
ἐν τῇ πόλει καὶ καθάπαξ ἄτιμος γέγονεν· καὶ οὔτε λαχεῖν
ἀδικηθέντα οὔτε διαιτητὴν γενέσθαι Μειδίᾳ οὔθ’ ὅλως τὴν
αὐτὴν ὁδὸν βαδίζειν, ὡς ἔοικεν, ἔστ’ ἀσφαλές. [88] δεῖ δὴ
τοῦτο τὸ πρᾶγμ’ ὑμᾶς οὑτωσὶ σκέψασθαι, καὶ λογίσασθαι
τί ποτ’ ἔσθ’ ὃ παθὼν Μειδίας οὕτως ὠμὸν τηλικαύτην
ἐπεβούλευσε λαβεῖν τῶν πεπραγμένων παρ’ ἀνδρὸς πολίτου
δίκην, κἂν μὲν ᾖ τι δεινὸν ὡς ἀληθῶς καὶ ὑπερφυές, συγ-
γνώμην ἔχειν, ἐὰν δὲ μηδέν, θεάσασθε τὴν ἀσέλγειαν καὶ
τὴν ὠμότητα, ᾗ καθ’ ἁπάντων χρῆται τῶν ἐντυγχανόντων.
τί οὖν ἔσθ’ ὃ πέπονθεν; μεγάλην νὴ Δί’ ὦφλε δίκην καὶ
τοσαύτην ὥστ’ ἀποστερεῖσθαι τῶν ὄντων. ἀλλὰ χιλίων ἡ
δίκη μόνον ἦν δραχμῶν. [89] πάνυ γε, ἀλλὰ δάκνει καὶ τοῦτο,
φαίη τις ἄν, ὅταν ἐκτίνειν ἀδίκως δέῃ, συνέβη δ’ ὑπερη-
μέρῳ γενομένῳ λαθεῖν αὐτῷ διὰ τὸ ἀδικηθῆναι. ἀλλ’
αὐθημερὸν μὲν ᾔσθετο, ὃ καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ
μηδὲν ἠδικηκέναι τὸν ἄνθρωπον, δραχμὴν δ’ οὐδέπω μίαν
ἐκτέτεικεν. [90] ἀλλὰ μή πω τοῦτο. ἀλλὰ τὴν μὴ οὖσαν
ἀντιλαχεῖν ἐξῆν αὐτῷ δήπου, καὶ πρὸς ἐμὲ τὸ πρᾶγμα κατα-
στήσασθαι, πρὸς ὅνπερ ἐξ ἀρχῆς ἦν ἡ δίκη. ἀλλ’ οὐκ
ἐβούλετο· ἀλλ’ ἵνα μὴ Μειδίας ἀτίμητον ἀγωνίσηται δέκα
μνῶν δίκην, πρὸς ἣν οὐκ ἀπήντα δέον, καὶ εἰ μὲν ἠδίκηκε,
δίκην δῷ, εἰ δὲ μή, ἀποφύγῃ, ἄτιμον Ἀθηναίων ἕν’ εἶναι
δεῖ καὶ μήτε συγγνώμης μήτε λόγου μήτε ἐπιεικείας μηδε-
μιᾶς τυχεῖν, ἃ καὶ τοῖς ὄντως ἀδικοῦσιν ἅπανθ’ ὑπάρχει.
[91] ἀλλ’ ἐπειδή γ’ ἠτίμωσεν ὃν ἐβουλήθη, καὶ τοῦτ’ ἐχαρίσασθ’
αὐτῷ, καὶ τὴν ἀναιδῆ γνώμην, ᾗ ταῦτα προαιρεῖται ποιεῖν,
ἐνέπλησεν αὑτοῦ, ἐκεῖν’ ἐποίησε, τὴν καταδίκην ἐκτέτεικε,
δι’ ἣν τὸν ἄνθρωπον ἀπώλεσεν; οὐδὲ χαλκοῦν οὐδέπω καὶ
τήμερον, ἀλλὰ δίκην ἐξούλης ὑπομένει φεύγειν. οὐκοῦν ὁ
μὲν ἠτίμωται καὶ παραπόλωλεν, ὁ δ’ οὐδ’ ὁτιοῦν πέπονθεν,
ἀλλ’ ἄνω κάτω τοὺς νόμους, τοὺς διαιτητάς, πάνθ’ ὅσ’ ἂν
βούληται στρέφει. [92] καὶ τὴν μὲν κατὰ τοῦ διαιτητοῦ γνῶσιν,
ἣν ἀπρόσκλητον κατεσκεύασεν, αὐτὸς κυρίαν αὑτῷ πεποί-
ηται· ἣν δ’ αὐτὸς ὦφλεν ἐμοὶ προσκληθείς, εἰδώς, οὐκ
ἀπαντῶν, ἄκυρον ποιεῖ. καίτοι εἰ παρὰ τῶν ἔρημον κατα-
διαιτησάντων αὐτοῦ τηλικαύτην δίκην οὗτος ἀξιοῖ λαμβά-
νειν, τίν’ ὑμῖν προσήκει παρὰ τούτου λαβεῖν, τοῦ φανερῶς
τοὺς ὑμετέρους νόμους ἐφ’ ὕβρει παραβαίνοντος; εἰ γὰρ
ἀτιμία καὶ νόμων καὶ δικῶν καὶ πάντων στέρησις ἐκείνου
τἀδικήματος προσήκουσ’ ἐστὶν δίκη, τῆς γ’ ὕβρεως μικρὰ
θάνατος φαίνεται. [93] ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει μοι
τούτων τοὺς μάρτυρας, καὶ τὸν τῶν διαιτητῶν ἀνάγνωθι
νόμον.
ΜΑΡΤΥΡΕΣ.

    [Νικόστρατος Μυρρινούσιος, Φανίας Ἀφιδναῖος οἴδαμεν Δη-
μοσθένην, ᾧ μαρτυροῦμεν, καὶ Μειδίαν τὸν κρινόμενον ὑπὸ
Δημοσθένους, ὅτ’ αὐτῷ Δημοσθένης ἔλαχε τὴν τοῦ κακηγορίου
δίκην, ἑλομένους διαιτητὴν Στράτωνα, καὶ ἐπεὶ ἧκεν ἡ κυρία τοῦ
νόμου, οὐκ ἀπαντήσαντα Μειδίαν ἐπὶ τὴν δίαιταν, ἀλλὰ κατα-
λιπόντα. γενομένης δὲ ἐρήμου κατὰ Μειδίου, ἐπιστάμεθα Μειδίαν
πείθοντα τόν τε Στράτωνα τὸν διαιτητὴν καὶ ἡμᾶς, ὄντας ἐκείνοις
τοῖς χρόνοις ἄρχοντας, ὅπως τὴν δίαιταν αὐτῷ ἀποδιαιτήσομεν,
καὶ διδόντα δραχμὰς πεντήκοντα. καὶ ἐπειδὴ οὐχ ὑπεμείναμεν,
προσαπειλήσαντα ἡμῖν καὶ οὕτως ἀπαλλαγέντα. καὶ διὰ ταύτην
τὴν αἰτίαν ἐπιστάμεθα Στράτωνα ὑπὸ Μειδίου καταβραβευθέντα
καὶ παρὰ πάντα τὰ δίκαια ἀτιμωθέντα.]

    [94] Λέγε δὴ καὶ τὸν τῶν διαιτητῶν νόμον.
ΝΟΜΟΣ.

    [Ἐὰν δέ τινες περὶ συμβολαίων ἰδίων πρὸς ἀλλήλους ἀμφισβη-
τῶσι καὶ βούλωνται διαιτητὴν ἑλέσθαι ὁντινοῦν, ἐξέστω αὐτοῖς
αἱρεῖσθαι ὃν ἂν βούλωνται [διαιτητὴν ἑλέσθαι]. ἐπειδὰν δ’
ἕλωνται κατὰ κοινόν, μενέτωσαν ἐν τοῖς ὑπὸ τούτου διαγνωσθεῖσι,
καὶ μηκέτι μεταφερέτωσαν ἀπὸ τούτου ἐφ’ ἕτερον δικαστήριον
ταὐτὰ ἐγκλήματα, ἀλλ’ ἔστω τὰ κριθέντα ὑπὸ τοῦ διαιτητοῦ
κύρια.]