Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΦΟΒΟΥ ΕΠΙΤΡΟΠΗΣ

ΔΗΜ 27.60–69

Ἐπίλογος: Η περιουσία του Δημοσθένη κατασπαταλήθηκε από τους επιτρόπους – Έκκληση για απόδοση δικαιοσύνης
Ο Δημοσθένης απαρίθμησε στην πίστιν τα περιουσιακά στοιχεία που άφησε πίσω του ο πατέρας του (βλ. και ΔΗΜ 27.1–3), αναφέρθηκε αναλυτικά στους όρους της διαθήκης και τις υποχρεώσεις στις οποίες δεν ανταποκρίθηκαν οι κηδεμόνες–επίτροποί του, ανέτρεψε τον ισχυρισμό των αντιδίκων ότι ο ίδιος καρπώθηκε μεγάλο χρηματικό ποσό που είχε κρύψει ο πατέρας του και επέμεινε στο γεγονός ότι η οικογένειά του στερήθηκε πολλά έσοδα, όταν ο Άφοβος επέλεξε να μην εκμισθώσει το σπίτι τους.

    [60] Τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης ὅσην ἐξ
ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς
φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις τοῖς ἀπληστοτάτοις
χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν
τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν,
ἡμᾶς τε τρέφειν καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσ’ ἐξ
αὐτῶν περιεγίγνετο, ταῦτα προσπεριποιεῖν, [61] τὴν δ’ ἄλλην
οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς
τε, εἰ χρημάτων ἐπεθύμουν, μέτρι’ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε
σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι,
τούτων μὲν οὐδὲν ἐποιήσαν, ἐπιδόμενοι δ’ ἀλλήλοις τὰ
πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανί-
σαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον,
σφίσι δ’ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο.
[62] λαβόντες δὲ καὶ τἆλλ’ αἰσχρῶς οὑτωσὶ πάντα, πλέον ἢ τὰ
ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες
ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔ-
σης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον
μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ
ἀποδεικνύντες, ἀλλ’ αὐτὰ τὰ ἀρχαῖ’ οὕτως ἀναιδῶς ἀνηλῶ-
σθαι φάσκοντες. καὶ οὐδ’ αἰσχύνονται ταῦτα τολμῶντες.
[63] καίτοι τί ποτ’ ἂν ἔπαθον ὑπ’ αὐτῶν, εἰ πλείω χρόνον ἐπε-
τροπεύθην; οὐκ ἂν ἔχοιεν εἰπεῖν. ὅπου γὰρ δέκ’ ἐτῶν
διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ
καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν;
δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη
δὲ πρὸς ἐπετροπεύθην ὑπ’ αὐτῶν, οὐδ’ ἂν τὰ μικρὰ ταῦτα
παρ’ αὐτῶν ἀπέλαβον. εἰ γὰρ ἐκεῖν’ ἀνήλωται ὀρθῶς, οὐδὲν
ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλ’ ἢ
παρ’ αὑτῶν ἄν μ’ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον.
[64] καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ
διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ
τριπλάσιοι γεγόνασιν, ὥστ’ ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δ’ ἐμὸς
τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ
μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας; τίνας δ’
οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν; οἳ καὶ τὴν διαθήκην
ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας
ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων
ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δ’ ἐμῆς οὐσίας,
ὥσπερ τὰ μέγισθ’ ὑφ’ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον
ἀνῃρήκασι; [65] καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων
ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντ’ ἀφείλεσθε,
ἀλλ’ ἢ γυναῖκας ἢ παιδί’ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκεί-
νοις ὑπελίπετε· οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε
καὶ δωρεὰς παρ’ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύ-
σωσι, τοιαῦτ’ εἰς ἡμᾶς ὑβρίκασι. καὶ οὐδ’ ᾐσχύνθησαν, εἰ
μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ
πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλ’
ὥσπερ ἔχθιστοί τινες, ἀλλ’ οὐ φίλοι καὶ συγγενεῖς κατα-
λειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν. [66] ἀλλ’ ἐγὼ μὲν
ὁ πάντων ταλαιπωρότατος πρὸς ἀμφότερ’ ἀπορῶ, ταύτην θ’
ὅπως ἐκδῶ καὶ τἆλλ’ ὁπόθεν διοικῶ. προσεπίκειται δ’ ἡ
πόλις ἀξιοῦσ’ εἰσφέρειν, δικαίως· οὐσίαν γὰρ ἱκανὴν πρὸς
ταῦτα κατέλιπέν μοι ὁ πατήρ. τὰ δὲ χρήματα τὰ κατα-
λειφθένθ’ οὗτοι πάντ’ εἰλήφασιν. [67] καὶ νῦν κομίσασθαι τἀ-
μαυτοῦ ζητῶν εἰς κίνδυνον καθέστηκα τὸν μέγιστον. ἂν γὰρ
ἀποφύγῃ μ’ οὗτος, ὃ μὴ γένοιτο, τὴν ἐπωβελίαν ὀφλήσω
μνᾶς ἑκατόν. καὶ τούτῳ μέν, ἐὰν καταψηφίσησθε, τιμητόν,
κοὐκ ἐκ τῶν ἑαυτοῦ χρημάτων, ἀλλ’ ἐκ τῶν ἐμῶν ποιήσεται
τὴν ἔκτεισιν· ἐμοὶ δ’ ἀτίμητον τοῦτ’ ἔστιν, ὥστ’ οὐ μόνον
ἔσομαι τῶν πατρῴων ἀπεστερημένος, ἀλλὰ καὶ πρὸς ἠτιμω-
μένος, ἂν μὴ νῦν ἡμᾶς ὑμεῖς ἐλεήσητε. [68] δέομαι οὖν ὑμῶν,
ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας
καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοη-
θῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου
δεήσεις ἢ τὰς ἡμετέρας ποιήσασθαι. δίκαιοι δ’ ἔστ’ ἐλεεῖν
οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυσ-
τυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότρι’ ἀποστεροῦντας,
ἀλλ’ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν ὁ πατὴρ ἡμῖν κατέλιπεν
στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ
ἀτιμίας κινδυνεύοντας. [69] μέγα δ’ ἂν οἶμαι στενάξαι τὸν πατέρ’
ἡμῶν, εἰ αἴσθοιτο τῶν προικῶν καὶ τῶν δωρεῶν ὧν αὐτὸς
τούτοις ἔδωκεν, ὑπὲρ τούτων τῆς ἐπωβελίας τὸν αὑτοῦ υἱὸν
ἐμὲ κινδυνεύοντα, καὶ ἄλλους μέν τινας ἤδη τῶν πολιτῶν
οὐ μόνον συγγενῶν, ἀλλὰ καὶ φίλων ἀνδρῶν ἀπορούντων
θυγατέρας παρὰ σφῶν αὐτῶν ἐκδόντας, Ἄφοβον δὲ μηδ’ ἣν
ἔλαβεν προῖκ’ ἐθέλοντ’ ἀποδοῦναι, καὶ ταῦτ’ ἔτει δεκάτῳ.