Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΦΟΒΟΥ ΕΠΙΤΡΟΠΗΣ

ΔΗΜ 27.1–3

Προοίμιον: ο νεαρός ρήτορας επιζητά την εύνοια των δικαστών
Ο Δημοσθένης έχασε τον πατέρα του σε ηλικία επτά ετών. Με διαθήκη ορίζονταν κηδεμόνες του και διαχειριστές της περιουσίας του οι ανεψιοί του νεκρού, Άφοβος και Δημοφώντας, και ένας φίλος του, ο Θηριππίδης, εναντίον των οποίων στράφηκε με σειρά δικών μετά την ενηλικίωσή του ο ρήτορας, κατηγορώντας τους για κακοδιαχείριση της περιουσίας που άφησε ο πατέρας του.

    [1] Εἰ μὲν ἐβούλετ’ Ἄφοβος, ὦ ἄνδρες δικασταί, τὰ δίκαια
ποιεῖν ἢ περὶ ὧν διεφερόμεθα τοῖς οἰκείοις ἐπιτρέπειν,
οὐδὲν ἂν ἔδει δικῶν οὐδὲ πραγμάτων· ἀπέχρη γὰρ ἂν τοῖς
ὑπ’ ἐκείνων γνωσθεῖσιν ἐμμένειν, ὥστε μηδεμίαν ἡμῖν εἶναι
πρὸς τοῦτον διαφοράν. ἐπειδὴ δ’ οὗτος τοὺς μὲν σαφῶς
εἰδότας τὰ ἡμέτερ’ ἔφυγε μηδὲν διαγνῶναι περὶ αὐτῶν, εἰς
δ’ ὑμᾶς τοὺς οὐδὲν τῶν ἡμετέρων ἀκριβῶς ἐπισταμένους
ἐλήλυθεν, ἀνάγκη ἐστὶν ἐν ὑμῖν παρ’ αὐτοῦ πειρᾶσθαι τῶν
δικαίων τυγχάνειν. [2] οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι
πρὸς ἄνδρας καὶ λέγειν ἱκανοὺς καὶ παρασκευάσασθαι δυνα-
μένους χαλεπόν ἐστιν εἰς ἀγῶνα καθίστασθαι περὶ τῶν
ὄντων ἁπάντων, ἄπειρον ὄντα παντάπασι πραγμάτων διὰ
τὴν ἡλικίαν· ὅμως δέ, καίπερ πολὺ τούτων καταδεέστερος
ὤν, πολλὰς ἐλπίδας ἔχω καὶ παρ’ ὑμῖν τεύξεσθαι τῶν δι-
καίων καὶ μέχρι γε τοῦ τὰ γεγενημένα διεξελθεῖν καὶ αὐτὸς
ἀρκούντως ἐρεῖν, ὥσθ’ ὑμᾶς μήτ’ ἀπολειφθῆναι τῶν πραγ-
μάτων μηδὲ καθ’ ἓν μήτ’ ἀγνοῆσαι περὶ ὧν δεήσει τὴν
ψῆφον ἐνεγκεῖν. [3] δέομαι δ’ ὑμῶν, ὦ ἄνδρες δικασταί, μετ’
εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι
τὰ δίκαια. ποιήσομαι δ’ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων
τοὺς λόγους. ὅθεν οὖν ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐν-
τεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.