Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΚΡΑΤΟΥΣ

ΔΗΜ 23.1–5

Προοίμιον: οι αληθινοί στόχοι του ψηφίσματος και η αντίδραση του ομιλητή
Ο Αριστοκράτης ήθελε με ψήφισμα να εξασφαλίσει προστασία για τον Χαρίδημο, γαμπρό και αξιωματούχο του βασιλιά της Θράκης Κερσοβλέπτη, από τυχόν επιβουλή κατά της ζωής του. Σημειώνεται ότι στον Χαρίδημο είχε απονεμηθεί η ιδιότητα του αθηναίου πολίτη ως αντάλλαγμα για τη συνδρομή του στην επίτευξη της ειρήνης του Χάρητα (357 π.Χ.). Ο Ευθυκλής, συντριήραρχος του Δημοσθένη στον Ελλήσποντο, καταγγέλλει με γραφὴν παρανόμων το ψήφισμα αυτό ως παράνομο (352 ή 351 π.Χ.).

    [1] Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτ’ ἰδίας ἔ-
χθρας ἐμὲ μηδεμιᾶς ἕνεχ’ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα
τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημ’ ἑτοίμως
οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν, ἀλλ’ εἴπερ
ἄρ’ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, ὑπὲρ τοῦ Χερρόνησον
ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι
πάλιν αὐτῆς, περὶ τούτου μοί ἐστιν ἅπασ’ ἡ σπουδή. [2] δεῖ δὴ
πάντας ὑμᾶς, εἰ βούλεσθ’ ὀρθῶς περὶ τούτων μαθεῖν καὶ
κατὰ τοὺς νόμους δικαίως κρῖναι τὴν γραφήν, μὴ μόνον τοῖς
γεγραμμένοις ἐν τῷ ψηφίσματι ῥήμασιν προσέχειν, ἀλλὰ καὶ
τὰ συμβησόμεν’ ἐξ αὐτῶν σκοπεῖν. εἰ μὲν γὰρ ἦν ἀκού-
σασιν εὐθὺς εἰδέναι τὰ κεκακουργημένα, τὴν ἀρχὴν ἴσως ἂν
οὐκ ἐξηπάτησθε· [3] ἐπειδὴ δὲ τοῦθ’ ἕν ἐστι τῶν ἀδικημάτων, τὸ
τοῦτον τὸν τρόπον καὶ λέγειν καὶ γράφειν ἐνίους ὃν ἂν ἥκισθ’
ὑμεῖς ὑπίδοισθέ τι καὶ φυλάξαισθε, προσήκει μὴ πάνυ θαυμά-
ζειν, εἰ καὶ τοῦτο τὸ ψήφισμ’ ἡμεῖς οὕτω γεγραμμένον ἐπι-
δείξομεν ὥστε δοκεῖν μὲν Χαριδήμῳ φυλακήν τινα τοῦ σώ-
ματος διδόναι, τὴν ὡς ἀληθῶς δὲ δικαίαν καὶ βέβαιον [φυ-
λακὴν Χερρονήσου] τῆς πόλεως ἀποστερεῖν. [4] εἰκότως δ’ ἄν,
ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετ’
εὐνοίας ἀκούσαιθ’ ἃ λέγω. ἐπειδὴ γάρ, οὐχὶ τῶν ἐνοχλούντων
ὑμᾶς οὐδὲ τῶν πολιτευομένων καὶ πιστευομένων παρ’ ὑμῖν ὤν,
πρᾶγμα τηλικοῦτόν φημι δείξειν πεπραγμένον, ἐάν, ὅσον
ἐστὶν ἐν ὑμῖν, συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε,
τοῦτό τε σώσετε καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ
ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. οἰήσεται
δέ, ἂν μὴ χαλεπὸν εἶναι νομίζῃ τὸ παρ’ ὑμῖν λόγου τυχεῖν.
[5] νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς,
βελτίοσι δ’ ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται
τῶν κοινῶν οὐδέν. ἐγὼ γοῦν (ὀμνύω τοὺς θεοὺς ἅπαντας)
ἀπώκνησ’ ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενε-
γκεῖν, εἰ μὴ πάνυ τῶν αἰσχρῶν ἐνόμιζον εἶναι νῦν μὲν ἡσυ-
χίαν ἄγειν καὶ σιωπῆσαι, πρᾶγμ’ ἀλυσιτελὲς τῇ πόλει κατα-
σκευάζοντας ὁρῶν τινας ἀνθρώπους, πρότερον δέ, ὅτ’ ἔπλευσα
τριηραρχῶν εἰς Ἑλλήσποντον, εἰπεῖν καὶ κατηγορῆσαί τινων,
οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην.