Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Β΄

ΔΗΜ 26.25–27

Συνέπειες της υπακοής και ανυπακοής προς τους νόμους
Ο ομιλητής απέδειξε ότι δεν υπήρχαν λόγοι ευνοϊκής μεταχείρισης του Αριστογείτονα (για την κατηγορία που αντιμετώπιζε ο τελευταίος βλ. ΔΗΜ 26.1–8) και κάλεσε να τον κρίνουν, όπως και παλαιότερα, αντικειμενικά. Η δευτερολογία του ολοκληρώνεται με τις παραγράφους που ακολουθούν:

    [25] Οὕτω δ’ ἂν ἀκριβέστατα συνθεωρήσαιτε τὸ τοῖς κειμένοις
νόμοις πείθεσθαι ἡλίκον ἀγαθόν ἐστιν, καὶ τὸ καταφρονεῖν
καὶ τὸ μὴ πειθαρχεῖν αὐτοῖς ἡλίκον κακόν, εἰ τά τ’ ἐκ τῶν
νόμων ἀγαθὰ χωρὶς καὶ τὰ διὰ τῆς παρανομίας συμβαί-
νοντα πρὸ ὀφθαλμῶν ὑμῖν αὐτοῖς ποιησάμενοι θεωρήσαιτε.
εὑρήσετε γὰρ τὴν μὲν τὰ τῆς μανίας καὶ ἀκρασίας καὶ
πλεονεξίας, τοὺς δὲ τὰ τῆς φρονήσεως καὶ σωφροσύνης
καὶ δικαιοσύνης ἔργα διαπραττομένους. [26] δῆλον δέ· τῶν γὰρ
πόλεων ταύτας ἄριστ’ οἰκουμένας ἴδοιμεν ἂν ἐν αἷς ἄριστοι
νομοθέται γεγόνασιν· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρω-
στήματα τοῖς τῶν ἰατρῶν εὑρήμασι καταπαύεται, τὰς δ’ ἐν
ταῖς ψυχαῖς ἀγριότητας αἱ τῶν νομοθετῶν ἐξορίζουσι διάνοιαι.
ὅλως δ’ οὐδὲν οὔτε σεμνὸν οὔτε σπουδαῖον εὑρήσομεν ὃ μὴ
νόμου κεκοινώνηκεν, [27] ἐπεὶ καὶ τὸν ὅλον κόσμον καὶ τὰ θεῖα
καὶ τὰς καλουμένας ὥρας νόμος καὶ τάξις, εἰ χρὴ τοῖς
ὁρωμένοις πιστεύειν, διοικεῖν φαίνεται. παρακαλέσαντες
οὖν ὑμᾶς αὐτούς, ἄνδρες Ἀθηναῖοι, βοηθήσατε μὲν τοῖς
νόμοις, καταψηφίσασθε δὲ τῶν εἰς τὸ θεῖον ἀσεβεῖν
προῃρημένων. καὶ ταῦτ’ ἐὰν πράξητε, τὰ δέοντα ποιήσετε
καὶ τὰ κράτιστα ψηφιεῖσθε.