Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Β΄

ΔΗΜ 26.1–8

Η ανάγκη για αυστηρότερη τιμωρία των αρχόντων παρά των απλών πολιτών – Οι επιφανείς άνδρες του αθηναϊκού παρελθόντος απέναντι στις ποινές
Έχοντας ήδη αποδείξει την ενοχή του κατηγορουμένου (βλ. ΔΗΜ 25.15–19), ο ομιλητής θίγει σε πολλά σημεία του λόγου αυτού, που αποτελεί δευτερολογία, θεωρητικότερα ζητήματα.

    [1] Ὅτι μὲν τοίνυν καὶ ὀφείλει τῷ δημοσίῳ Ἀριστογείτων
οὑτοσὶ καὶ οὐκ ἔστιν ἐπίτιμος, καὶ οἱ νόμοι διαρρήδην
ἀπαγορεύουσιν μὴ ἐξεῖναι λέγειν τοῖς τοιούτοις, φανερῶς
ἐπιδέδεικται, ὦ ἄνδρες Ἀθηναῖοι. δεῖ δ’ ὑμᾶς ἅπαντας
μὲν ἀπείργειν καὶ κωλύειν τοὺς παρανομοῦντας, πολὺ δὲ
μάλιστα τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας καὶ τοὺς πολιτευομένους·
[2] διὰ γὰρ τούτους τὰ κοινὰ καὶ βλάπτεσθαι πέφυκεν, ἐὰν
ὦσι φαῦλοι, καὶ τὰ μέγιστα πάλιν ὠφελεῖσθαι, ἐὰν ὦσιν
ἐπιεικεῖς καὶ θέλωσιν ἐμμένειν τοῖς νόμοις. ὡς ἐὰν ἅπαξ
δῶτε τοῖς ὑπὲρ τῶν κοινῶν ἐγχειροῦσί τι πράττειν τὸ παρα-
νομεῖν καὶ καταφρονεῖν τῶν ὡρισμένων δικαίων, ἀναγκαῖόν
ἐστιν ἅπαντας ἀπολαύειν τοὺς μετέχοντας τῆς πόλεως.
[3] ὥσπερ γὰρ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων ἃ συμβαίνει
περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν τις ἁμάρτῃ, βραχεῖαν
τὴν βλάβην ἤνεγκεν, ὅταν δ’ ὁ κυβερνήτης ἀποσφαλῇ,
κοινὴν τὴν ἀτυχίαν ἅπασι τοῖς ἐμπλέουσι παρεσκεύασεν,
ὡσαύτως τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εἰς τὸ πλῆθος,
εἰς δ’ αὐτοὺς ἤνεγκε τὰς βλάβας, τὰ δὲ τῶν ἀρχόντων καὶ
πολιτευομένων εἰς ἅπαντας ἀφικνεῖται. [4] διὸ καὶ τὰς τιμωρίας
ὁ Σόλων τοῖς μὲν ἰδιώταις ἐποίησε βραδείας, ταῖς δ’ ἀρχαῖς
καὶ τοῖς δημαγωγοῖς ταχείας, ὑπολαμβάνων τοῖς μὲν ἐνδέ-
χεσθαι καὶ παρὰ τὸν χρόνον τὸ δίκαιον λαβεῖν, τοῖς δ’ οὐκ
ἐνεῖναι περιμεῖναι· τὸ γὰρ τιμωρησόμενον οὐχ ὑπέσται τῆς
πολιτείας καταλυθείσης. καὶ τούτοις τοῖς δικαίοις οὐδεὶς
οὕτως οὔτ’ ἀναιδὴς οὔθ’ ὑπὲρ ὑμᾶς φρονῶν ἐστὶν ὅστις
ἀντιλέγειν ἐπιχειρήσει, πλὴν Ἀριστογείτονος τουτουὶ καὶ
τῆς τούτου πονηρίας. ἀλλὰ πάσας καὶ τὰς ἀρχὰς καὶ τοὺς
πολιτευομένους εὑρήσομεν, ἐπειδὰν ἅπαξ τι καταγνῶθ’ ὑμεῖς,
τούτοις ἐμμένοντας. [5] τοῦτο μὲν γὰρ ὅταν ἀποχειροτονηθῶσι
τινες τῶν ἐν ταῖς ἀρχαῖς, παραχρῆμα πέπαυνται ἄρχοντες
καὶ τοὺς στεφάνους περιῄρηνται· τοῦτο δ’ ὅσοις τῶν θεσμο-
θετῶν εἰς Ἄρειον πάγον οὐχ οἷόν τ’ ἐστὶν ἀνελθεῖν,
παρέντες τὸ βιάζεσθαι στέργουσιν ταῖς ὑμετέραις γνώσεσι.
καὶ τοῦτ’ εἰκότως· ὥσπερ γάρ, ὅταν ἄρχωσι, τοὺς ἰδιώτας
οἴονται δεῖν αὑτοῖς πειθαρχεῖν, ὡσαύτως, ὅταν αὐτοὶ ἰδιῶται
γένωνται πάλιν, τοῖς τῆς πόλεως ἄρχουσι νόμοις δικαίως
ἂν ἀκολουθοῖεν. [6] ἔτι τοίνυν οἱ πολιτευόμενοι πάντες, ἐκ τῶν
παλαιῶν εἰ βούλεσθ’ ἀρξάμενοι χρόνων θεωρεῖν, ὡσαύτως
φαίνονται εἴκοντες τοῖς ὑμετέροις δικαίοις. Ἀριστείδην
μέν γέ φασιν ὑπὸ τῶν προγόνων μετασταθέντ’ ἐν Αἰγίνῃ
διατρίβειν, ἕως ὁ δῆμος αὐτὸν κατεδέξατο, Μιλτιάδην δὲ
καὶ Περικλέα ὀφλόντας, τὸν μὲν τριάκοντα, τὸν δὲ πεντή-
κοντα τάλαντα, ἐκτείσαντας οὕτω δημηγορεῖν. [7] ὃ καὶ δεινό-
τατον ἂν εἴη συμβαῖνον, τοὺς μὲν πολλὰ καὶ μεγάλα ποιή-
σαντας ὑμᾶς ἀγαθὰ μὴ τυχεῖν ταύτης τῆς δωρειᾶς, ὥστε
παρὰ τοὺς νόμους τι τοὺς κειμένους ὑμῖν πρᾶξαι, τὸν δὲ
μηδὲν μὲν ἀγαθὸν εἰργασμένον, ὑπερπληθῆ δ’ ἐξημαρτηκότα,
τοῦτον οὕτω προχείρως φαίνεσθαι καὶ παρὰ τὸ συμφέρον
καὶ τὸ δίκαιον ἐξουσίαν παρ’ ὑμῶν τοῦ παρανομεῖν εἰληφότα.
καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν; ἀλλὰ τοὺς ἐφ’ ὑμῶν
αὐτῶν ἀναλογίσασθε, εἴ τις οὕτως ἀναιδὴς γέγονεν πώποτε·
οὐδένα γὰρ ἂν εὕροιτε, εἰ βουλήσεσθ’ ἀκριβῶς ἐξετάζειν.
[8] χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος ἢ νόμου γραφὴν
ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, ὁ μὲν νόμος ἢ τὸ ψήφισμ’
ἄκυρόν ἐστιν, ὁ δὲ θεὶς ἢ γράψας οὐδὲν ἀναισχυντεῖ βιαζό-
μενος, ἀλλ’ ὅ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν
ᾖ πρῶτος τῷ δύνασθαι λέγειν ἢ πράττειν ἐν ὑμῖν. καίτοι
πῶς οὐκ ἄτοπον, ἃ μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφί-
σασθε, διὰ τοὺς νόμους ἄκυρ’ εἶναι, τὴν δ’ Ἀριστογείτονος
βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν
νόμων αὐτῶν καταστῆσαι;