Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Α΄

ΔΗΜ 25.20–28

(ΔΗΜ 25.15–35: Η στάση του Αριστογείτονα απέναντι στους νόμους της πόλεως) Η ανάγκη τήρησης των νόμων – Ο ρόλος των δικαστών – Ευθεία επίθεση στον Αριστογείτονα

    [20] Λέξω δ’ οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτ’ ἴδιον, ἀλλ’
ὃ πάντες ὑμεῖς ἴσθ’ ὁμοίως ἐμοί. εἰ γάρ τις ὑμῶν ἐξετάσαι
βούλεται τί ποτ’ ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν
συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ
δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας
ὑπεξιέναι, καὶ πάντα δι’ ὧν ἡ πόλις οἰκεῖται καὶ σῴζεται
γίγνεσθαι, τοὺς νόμους εὑρήσει [τούτων αἰτίους] καὶ τὸ τού-
τοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ
δοθείσης ἐξουσίας ὅ τι βούλεται ποιεῖν, οὐ μόνον ἡ πολιτεία
οἴχεται, ἀλλ’ οὐδ’ ὁ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν
διενέγκαι. [21] τί γὰρ ἂν τοῦτον αὐτὸν οἴεσθε ποιεῖν λυθέντων
τῶν νόμων, ὃς ὄντων κυρίων τοιοῦτός ἐστιν; ἐπειδὴ τοίνυν
οἱ νόμοι μετὰ τοὺς θεοὺς ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ
πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ καθῆσθ’ ἐράνου
πληρωταί, τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς
σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν
δ’ ἀπειθοῦντα κολάζειν. [22] ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ
κοινὸς πάνθ’ ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ.
ὃν ὁ λείπων, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ
καὶ μεγάλ’ ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθ’ αὑτόν.
[23] ὧν ἓν ἢ δύ’ ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα.
τὸ τὴν βουλὴν τοὺς πεντακοσίους ἀπὸ τῆς [ἀσθενοῦς] τοι-
αυτησὶ κιγκλίδος τῶν ἀπορρήτων κυρίαν εἶναι, καὶ μὴ τοὺς
ἰδιώτας ἐπεισιέναι· τὸ τὴν ἐξ Ἀρείου πάγου βουλήν, ὅταν
ἐν τῇ βασιλείῳ στοᾷ καθεζομένη περισχοινίσηται, κατὰ
πολλὴν ἡσυχίαν ἐφ’ ἑαυτῆς εἶναι, καὶ ἅπαντας ἐκποδὼν
ἀποχωρεῖν· τὸ τὰς ἀρχὰς ἁπάσας, ὅσας οἱ λαχόντες ἄρχουσιν
ὑμῶν, ἅμα τῷ τὸν ὑπηρέτην εἰπεῖν «μετάστητ’ ἔξω» τῶν
νόμων κρατεῖν ἐφ’ οἷς εἰσεπέμφθησαν, καὶ μηδὲ τοὺς ἀσελ-
γεστάτους βιάζεσθαι· [24] ἄλλα μυρία. πάντα γὰρ τὰ σεμνὰ
καὶ καλὰ καὶ δι’ ὧν ἡ πόλις κοσμεῖται καὶ σῴζεται, ἡ
σωφροσύνη, ἡ πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν
παρὰ τῶν νέων αἰσχύνη, ἡ εὐταξία, τῇ τῶν νόμων προσθήκῃ
τῶν αἰσχρῶν περίεστιν, τῆς ἀναισχυντίας, τῆς θρασύτητος,
τῆς ἀναιδείας. ἰταμὸν γὰρ ἡ πονηρία καὶ τολμηρὸν καὶ
πλεονεκτικόν, καὶ τοὐναντίον ἡ καλοκἀγαθία ἡσύχιον καὶ
ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι. τοὺς νόμους
οὖν δεῖ τηρεῖν καὶ τούτους ἰσχυροὺς ποιεῖν τοὺς ἀεὶ δικά-
ζοντας ὑμῶν· μετὰ γὰρ τούτων οἱ χρηστοὶ τῶν πονηρῶν
περίεισιν. [25] εἰ δὲ μή, λέλυται πάντα, ἀνέῳκται, συγκέχυται,
τῶν πονηροτάτων καὶ ἀναιδεστάτων ἡ πόλις γίγνεται. φέρε
γὰρ πρὸς θεῶν, εἰ ἕκαστος τῶν ἐν τῇ πόλει τὴν Ἀριστο-
γείτονος τόλμαν καὶ ἀναισχυντίαν λαβών, καὶ διαλογισά-
μενος ταῦθ’ ἅπερ οὗτος, ὅτι ἔξεστι καὶ λέγειν καὶ ποιεῖν
μέχρι παντὸς ὅ τι ἂν βούληταί τις ἐν δημοκρατίᾳ, ἄνπερ τοῦ
ποῖός τις εἶναι δόξει [ὁ] ταῦτα ποιῶν ὀλιγωρήσῃ, καὶ οὐδεὶς
ἐπ’ οὐδενὶ τῶν ἀδικημάτων εὐθὺς αὐτὸν ἀποκτενεῖ· [26] εἰ ταῦτα
διανοηθεὶς ὁ μὴ λαχὼν τῷ λαχόντι καὶ ὁ μὴ χειροτονηθεὶς
τῷ χειροτονηθέντι ἐξ ἴσου ζητοίη εἶναι καὶ τῶν αὐτῶν
μετέχειν, καὶ ὅλως μὴ νέος, μὴ πρεσβύτερος τὰ προσήκοντα
πράττοι, ἀλλὰ πᾶν τὸ τεταγμένον ἐξελάσας ἕκαστος ἐκ τοῦ
βίου, τὴν ἑαυτοῦ βούλησιν νόμον, ἀρχήν, πάνθ’ ὑπολαμβάνοι·
εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι; τί δέ; τοὺς
νόμους κυρίους εἶναι; πόσην δ’ ἂν οἴεσθε βίαν καὶ ὕβριν
καὶ παρανομίαν ἐν ἁπάσῃ τῇ πόλει καθ’ ἑκάστην τὴν ἡμέραν
γίγνεσθαι καὶ βλασφημίαν ἀντὶ τῆς νῦν εὐφημίας καὶ τάξεως;
[27] καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ
τούτοις πείθεσθαι; ἀλλ’ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρου-
μένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδ’ ὅτι βουλομένων εἰς
τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθ’ ἡμῖν. διὰ τί;
ὅτι ἐλάχετε, εἶτ’ ἀπεκληρώθητε· ταῦτα δ’ οἱ νόμοι λέγουσιν.
εἶθ’ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ
τοὺς νόμους λέγειν ἢ πράττειν τι βιαζόμενον λαβόντες ἀφή-
σετε; καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδ’ ὀργὴν ἔχων φανήσεται
ἐφ’ οἷς ὁ βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς
νόμους; [28] ὅς, ὦ μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων,
κεκλειμένης σου τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις,
ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις
ὀφλήμασιν, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὸ ἐντὸς
τούτων βιάζει καὶ προσέρχει πρὸς ταῦτ’ ἀφ’ ὧν ἀπελαύ-
νουσίν σ’ οἱ νόμοι· ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει
δικαίοις, γνώσει δικαστηρίων τριῶν, ἐγγραφῇ θεσμοθετῶν,
ἑτέρᾳ πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις,
γραφῇ, μόνον οὐχ ἁλύσει σιδηρᾷ, ὑποδύει παρὰ ταῦτα καὶ
διασπᾷς, καὶ προφάσεις πλάττων καὶ ψευδεῖς αἰτίας συντι-
θεὶς τὰ κοινὰ δίκαι’ ἀνατρέψειν οἴει.