Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Α΄

ΔΗΜ 25.15–19

(ΔΗΜ 25.15–35: Η στάση του Αριστογείτονα απέναντι στους νόμους της πόλεως) Φύση και λειτουργία του νόμου – Η περιφρόνηση του Αριστογείτονα προς τους νόμους
Ο Λυκούργος και ο ομιλητής κατηγορούν τον Αριστογείτονα ότι, αν και οφειλέτης προς το κράτος, ασκεί κανονικά τα πολιτικά του δικαιώματα ενώπιον της Εκκλησίας. Στο εκτενές προοίμιον ο ομιλητής επισήμανε την ευθύνη των δικαστών να διατηρήσουν με την απόφασή τους την αξιοπιστία και το κύρος τους, καθώς η ενοχή του κατηγορουμένου είχε αποδειχτεί ήδη από τον Λυκούργο. Στη συνέχεια εκθέτει τη στάση του Αριστογείτονα απέναντι στους νόμους της πόλεως.

    [15] Ἅπας ὁ τῶν ἀνθρώπων βίος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν
μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται.
τούτων δ’ ἡ μὲν φύσις ἐστὶν ἄτακτον καὶ κατ’ ἄνδρ’ ἴδιον
τοῦ ἔχοντος, οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸ
πᾶσιν. ἡ μὲν οὖν φύσις, ἂν ᾖ πονηρά, πολλάκις φαῦλα
βούλεται· διόπερ τοὺς τοιούτους ἐξαμαρτάνοντας εὑρήσετε.
[16] οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βού-
λονται, καὶ τοῦτο ζητοῦσιν, καὶ ἐπειδὰν εὑρεθῇ, κοινὸν τοῦτο
πρόσταγμ’ ἀπεδείχθη, πᾶσιν ἴσον καὶ ὅμοιον, καὶ τοῦτ’ ἔστι
νόμος. ᾧ πάντας πείθεσθαι προσήκει διὰ πολλά, καὶ μάλισθ’
ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δ’
ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ
ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθ’ ἣν
πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει. [17] ἀλλὰ μὴν ὅτι νῦν
Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλω-
κεν, ἕτερος δ’ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ
τούτων ῥᾴδιον διδάξαι. δυοῖν γὰρ ὄντοιν, ὦ ἄνδρες Ἀθη-
ναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα
μηδὲν ὃ μὴ δίκαιόν ἐστι ποιεῖν, καὶ τοῦ τοὺς παραβαίνοντας
ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν, ἀμφοτέροις
τούτοις οὗτος ἔνοχος ὢν φανήσεται. ἐπὶ μὲν γὰρ οἷς ἐξ
ἀρχῆς παρέβη τοὺς νόμους, τὰ ὀφλήματ’ αὐτῷ γέγονεν· ἐπὶ
δ’ οἷς οὐκ ἐμμένει τούτοις, νῦν ἐπὶ τὴν παρ’ ὑμῶν ἄγεται
τιμωρίαν, ὥστε μηδεμίαν καταλείπεσθαι πρόφασιν δι’ ἣν ἄν
τις αὐτὸν ἀφείη. [18] οὐδὲ γὰρ αὖ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἄρ’
ἐκ τούτων οὐδὲν ἡ πόλις βλάπτεται. ἐγὼ γάρ, ὅτι μὲν
πάντ’ ἀπόλλυται τὰ τῆς πόλεως ὀφλήματα, εἰ τὰ τούτου
σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἐκ τῶν
ὀφειλόντων ἀφιέναι, τοὺς ἐπιεικεστάτους καὶ βελτίστους καὶ
τοὺς ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας, τούτους ἀφιέναι
δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθ’ ἡμαρτηκότα καὶ
δικαιότατ’ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις [19] (τί γὰρ ἂν γένοιτο
συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφ’ οἷς ἀμφοτέροις
οὗτος ὤφληκεν;) καὶ ὅτι οὐδ’ εἰ πᾶσι τοῖς ἄλλοις [ἀφίετε],
οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει (ὕβρις γὰρ
δὴ τοῦτό γε), καὶ πάντα τὰ τοιαῦτ’ ἐάσω· ἀλλ’ ὅτι καὶ πᾶς
ὁ τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ὦ ἄνδρες Ἀθηναῖοι,
συνταράττεται καὶ διαφθείρεται <τὸ> κατὰ τοῦτον, καὶ τοῦτ’
οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.