Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΕΠΙΤΑΦΙΟΣ

ΔΗΜ 60.32–37

Παραμυθία στους συγγενείς των νεκρών – Ἐπίλογος
Πέρα από τα ψυχικά χαρίσματα ή τις ηθικές αξίες των τιμώμενων νεκρών, στην αυτοπροαίρετη ηρωική τους θυσία συνέβαλε το ίδιο το δημοκρατικό πολίτευμα. Αξιοποιώντας το γεγονός ότι καθεμιά από τις δέκα φυλές χρωστούσε το όνομά της στους ήρωες του αθηναϊκού παρελθόντος, ο ρήτορας έκανε στη συνέχεια λόγο για την ιδιαίτερη συνεισφορά καθεμιάς από τις δέκα φυλές στο πεδίο της μάχης, την οποία παρουσίασε εμπνευσμένη και ανάλογη προς την ηρωική συμπεριφορά εκείνων. Έφτασε η ώρα να περάσει στην παραμυθία προς τους συγγενείς των νεκρών.

    [32] Οἱ μὲν οὖν ζῶντες οἰκεῖοι τούτων ἐλεινοί, τοιούτων
ἀνδρῶν ἐστερημένοι καὶ συνηθείας πολλῆς καὶ φιλανθρώπου
διεζευγμένοι, καὶ τὰ τῆς πατρίδος πράγματ’ ἔρημα καὶ
δακρύων καὶ πένθους πλήρη· οἱ δ’ εὐδαίμονες τῷ δικαίῳ
λογισμῷ. πρῶτον μὲν ἀντὶ μικροῦ χρόνου πολὺν καὶ τὸν
ἅπαντ’ εὔκλειαν ἀγήρω καταλείπουσιν, ἐν ᾗ καὶ παῖδες οἱ
τούτων ὀνομαστοὶ τραφήσονται καὶ γονεῖς [οἱ τούτων] περί-
βλεπτοι γηροτροφήσονται, παραψυχὴν τῷ πένθει τὴν
τούτων εὔκλειαν ἔχοντες. [33] ἔπειτα νόσων ἀπαθεῖς τὰ
σώματα καὶ λυπῶν ἄπειροι τὰς ψυχάς, ἃς ἐπὶ τοῖς συμβε-
βηκόσιν οἱ ζῶντες ἔχουσιν, ἐν μεγάλῃ τιμῇ καὶ πολλῷ ζήλῳ
τῶν νομιζομένων τυγχάνουσιν. οὓς γὰρ ἅπασα μὲν ἡ
πατρὶς θάπτει δημοσίᾳ, κοινῶν δ’ ἐπαίνων μόνοι τυγχάνου-
σιν, ποθοῦσι δ’ οὐ μόνοι συγγενεῖς καὶ πολῖται, ἀλλὰ πᾶσαν
ὅσην Ἑλλάδα χρὴ προσειπεῖν, συμπεπένθηκεν δὲ καὶ τῆς
οἰκουμένης τὸ πλεῖστον μέρος, πῶς οὐ χρὴ τούτους εὐδαί-
μονας νομίζεσθαι; [34] οὓς παρέδρους εἰκότως ἄν τις φήσαι
τοῖς κάτω θεοῖς εἶναι, τὴν αὐτὴν τάξιν ἔχοντας τοῖς προ-
τέροις ἀγαθοῖς ἀνδράσιν ἐν μακάρων νήσοις. οὐ γὰρ ἰδών
τις οὐδὲ περὶ ἐκείνων ταῦτ’ ἀπήγγελκεν, ἀλλ’ οὓς οἱ ζῶντες
ἀξίους ὑπειλήφαμεν τῶν ἄνω τιμῶν, τούτους τῇ δόξῃ
καταμαντευόμενοι κἀκεῖ τῶν αὐτῶν τιμῶν ἡγούμεθ’ αὐτοὺς
τυγχάνειν. [35] ἔστι μὲν οὖν ἴσως χαλεπὸν τὰς παρούσας
συμφορὰς λόγῳ κουφίσαι· δεῖ δ’ ὅμως πειρᾶσθαι καὶ πρὸς
τὰ παρηγοροῦντα τρέπειν τὴν ψυχήν, ὡς τοὺς τοιούτους
ἄνδρας γεγεννηκότας καὶ πεφυκότας αὐτοὺς ἐκ τοιούτων
ἑτέρων καλόν ἐστιν τὰ δείν’ εὐσχημονέστερον τῶν ἄλλων
φέροντας ὁρᾶσθαι καὶ πάσῃ τύχῃ χρωμένους ὁμοίους εἶναι.
[36] καὶ γὰρ ἐκείνοις ταῦτ’ ἂν εἴη μάλιστ’ ἐν κόσμῳ καὶ τιμῇ,
καὶ πάσῃ τῇ πόλει καὶ τοῖς ζῶσιν ταῦτ’ ἂν ἐνέγκοι
πλείστην εὐδοξίαν. χαλεπὸν πατρὶ καὶ μητρὶ παίδων
στερηθῆναι καὶ ἐρήμοις εἶναι τῶν οἰκειοτάτων γηροτρόφων·
σεμνὸν δέ γ’ ἀγήρως τιμὰς καὶ μνήμην ἀρετῆς δημοσίᾳ
κτησαμένους ἐπιδεῖν, καὶ θυσιῶν καὶ ἀγώνων ἠξιωμένους
ἀθανάτων. [37] λυπηρὸν παισὶν ὀρφανοῖς γεγενῆσθαι πατρός·
καλὸν δέ γε κληρονομεῖν πατρῴας εὐδοξίας. καὶ τοῦ μὲν
λυπηροῦ τούτου τὸν δαίμον’ αἴτιον εὑρήσομεν ὄντα, ᾧ
φύντας ἀνθρώπους εἴκειν ἀνάγκη, τοῦ δὲ τιμίου καὶ καλοῦ
τὴν τῶν ἐθελησάντων καλῶς ἀποθνῄσκειν αἵρεσιν.

    Ἐγὼ μὲν οὖν οὐχ ὅπως πολλὰ λέξω, τοῦτ’ ἐσκεψάμην,
ἀλλ’ ὅπως τἀληθῆ. ὑμεῖς δ’ ἀποδυράμενοι καὶ τὰ προσ-
ήκονθ’ ὡς χρὴ καὶ νόμιμα ποιήσαντες ἄπιτε.