[9] τῶν μὲν οὖν εἰς μύθους ἀνενηνεγμένων ἔργων
πολλὰ παραλιπὼν τούτων ἐπεμνήσθην, ὧν οὕτως ἕκαστον
εὐσχήμονας καὶ πολλοὺς ἔχει λόγους ὥστε καὶ τοὺς ἐν
μέτροις καὶ τοὺς τῶν ᾀδομένων ποιητὰς καὶ πολλοὺς τῶν
συγγραφέων ὑποθέσεις τἀκείνων ἔργα τῆς αὑτῶν μουσικῆς
πεποιῆσθαι· ἃ δὲ τῇ μὲν ἀξίᾳ τῶν ἔργων οὐδέν ἐστι τούτων
ἐλάττω, τῷ δ’ ὑπογυώτερ’ εἶναι τοῖς χρόνοις οὔπω μεμυθο-
λόγηται, οὐδ’ εἰς τὴν ἡρωϊκὴν ἐπανῆκται τάξιν, ταῦτ’ ἤδη
λέξω. [10] ἐκεῖνοι τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐλθόντα
μόνοι δὶς ἠμύναντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ
διὰ τῶν ἰδίων κινδύνων κοινῆς σωτηρίας πᾶσι τοῖς Ἕλλησιν
αἴτιοι κατέστησαν. καὶ προείρηται μὲν ὃ μέλλω λέγειν ὑπ’
ἄλλων πρότερον, δεῖ δὲ μηδὲ νῦν τοῦ δικαίου καὶ καλῶς
ἔχοντος ἐπαίνου τοὺς ἄνδρας ἐκείνους στερηθῆναι· τοσούτῳ
γὰρ ἀμείνους τῶν ἐπὶ Τροίαν στρατευσαμένων νομίζοιντ’
ἂν εἰκότως, ὅσον οἱ μὲν ἐξ ἁπάσης τῆς Ἑλλάδος ὄντες
ἀριστεῖς δέκ’ ἔτη τῆς Ἀσίας ἓν χωρίον πολιορκοῦντες μόλις
εἷλον, [11] οὗτοι δὲ τὸν ἐκ πάσης τῆς ἠπείρου στόλον ἐλθόντα
μόνοι, τἆλλα πάντα κατεστραμμένον, οὐ μόνον ἠμύναντο,
ἀλλὰ καὶ τιμωρίαν ὑπὲρ ὧν τοὺς ἄλλους ἠδίκουν ἐπέθηκαν.
ἔτι τοίνυν τὰς ἐν αὐτοῖς τοῖς Ἕλλησιν πλεονεξίας κωλύον-
τες πάντας ὅσους συνέβη γενέσθαι κινδύνους ὑπέμειναν,
ὅπου τὸ δίκαιον εἴη τεταγμένον, ἐνταῦθα προσνέμοντες
ἑαυτούς, ἕως εἰς τὴν νῦν ζῶσαν ἡλικίαν ὁ χρόνος προήγαγεν
ἡμᾶς.
[12] Μηδεὶς δ’ ἡγείσθω μ’ ἀποροῦντα τί χρὴ περὶ τούτων
εἰπεῖν ἑκάστου, ταῦτα τὰ πραχθέντ’ ἀπηριθμηκέναι. εἰ γὰρ
ἁπάντων ἀμηχανώτατος ἦν ὅ τι χρὴ λέγειν πορίσασθαι, ἡ
’κείνων ἀρετὴ δείκνυσιν αὐτὴ ἃ καὶ πρόχειρα καὶ ῥᾴδι’
ἐπελθεῖν ἐστιν. ἀλλὰ προαιροῦμαι τῆς εὐγενείας καὶ τῶν
παρὰ τοῖς προγόνοις μεγίστων μνησθεὶς ὡς τάχιστα συν-
άψαι τὸν λόγον πρὸς τὰ τοῖσδε πεπραγμένα, ἵνα, ὥσπερ τὰς
φύσεις ἦσαν συγγενεῖς, οὕτω τοὺς ἐπαίνους ἐπ’ αὐτῶν
κοινοὺς ποιήσωμαι, ὑπολαμβάνων ταῦτ’ ἂν εἶναι κεχαρι-
σμένα [κἀκείνοις] καὶ μάλιστ’ ἀμφοτέροις, εἰ τῆς ἀλλήλων
ἀρετῆς μὴ μόνον τῇ φύσει μετάσχοιεν, ἀλλὰ καὶ τοῖς
ἐπαίνοις.
|