Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΕΠΙΤΑΦΙΟΣ

ΔΗΜ 60.1–5

Προοίμιον: το επαχθές καθήκον της εκφώνησης ενός επιτάφιου λόγου – Η αυτοχθονία των Αθηναίων
Ο λόγος εκφωνήθηκε προς τιμήν των Αθηναίων που σκοτώθηκαν στη μάχη της Χαιρώνειας (338 π.Χ.), όπου οι συνασπισμένες εναντίον των Μακεδόνων πόλεις της νότιας Ελλάδας ηττήθηκαν από τον Φίλιππο.

    [1] Ἐπειδὴ τοὺς ἐν τῷδε τῷ τάφῳ κειμένους, ἄνδρας ἀγα-
θοὺς ἐν τῷ πολέμῳ γεγονότας, ἔδοξεν τῇ πόλει δημοσίᾳ
θάπτειν καὶ προσέταξεν ἐμοὶ τὸν νομιζόμενον λόγον εἰπεῖν
ἐπ’ αὐτοῖς, ἐσκόπουν μὲν εὐθὺς ὅπως τοῦ προσήκοντος
ἐπαίνου τεύξονται, ἐξετάζων δὲ καὶ σκοπῶν ἀξίως εἰπεῖν τῶν
τετελευτηκότων ἕν τι τῶν ἀδυνάτων ηὕρισκον ὄν. οἳ γὰρ
τὴν ὑπάρχουσαν πᾶσιν ἔμφυτον τοῦ ζῆν ὑπερεῖδον ἐπι-
θυμίαν, καὶ τελευτῆσαι καλῶς μᾶλλον ἠβουλήθησαν ἢ
ζῶντες τὴν Ἑλλάδ’ ἰδεῖν ἀτυχοῦσαν, πῶς οὐκ ἀνυπέρβλητον
παντὶ λόγῳ τὴν αὑτῶν ἀρετὴν καταλελοίπασιν; ὁμοίως
μέντοι διαλεχθῆναι τοῖς πρότερόν ποτ’ εἰρηκόσιν ἐνθάδ’ εἶναι
μοι δοκεῖ. [2] ὡς μὲν οὖν ἡ πόλις σπουδάζει περὶ τοὺς ἐν τῷ
πολέμῳ τελευτῶντας, ἔκ τε τῶν ἄλλων ἔστιν ἰδεῖν καὶ
μάλιστ’ ἐκ τοῦδε τοῦ νόμου, καθ’ ὃν αἱρεῖται τὸν ἐροῦντ’ ἐπὶ
ταῖς δημοσίαις ταφαῖς· εἰδυῖα γὰρ παρὰ τοῖς ἀγαθοῖς ἀν-
δράσιν τὰς μὲν τῶν χρημάτων κτήσεις καὶ τῶν κατὰ τὸν
βίον ἡδονῶν ἀπολαύσεις ὑπερεωραμένας, τῆς δ’ ἀρετῆς καὶ
τῶν ἐπαίνων πᾶσαν τὴν ἐπιθυμίαν οὖσαν, ἐξ ὧν ταῦτ’ ἂν
αὐτοῖς μάλιστα γένοιτο λόγων, τούτοις ᾠήθησαν δεῖν αὐτοὺς
τιμᾶν, ἵν’ ἣν ζῶντες ἐκτήσαντ’ εὐδοξίαν, αὕτη καὶ τετελευτη-
κόσιν αὐτοῖς ἀποδοθείη. [3] εἰ μὲν οὖν τὴν ἀνδρείαν μόνον
αὐτοῖς τῶν εἰς ἀρετὴν ἀνηκόντων ὑπάρχουσαν ἑώρων,
ταύτην ἂν ἐπαινέσας ἀπηλλαττόμην τῶν λοιπῶν· ἐπειδὴ δὲ
καὶ γεγενῆσθαι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως καὶ
βεβιωκέναι φιλοτίμως συμβέβηκεν αὐτοῖς, ἐξ ὧν εἰκότως
ἦσαν σπουδαῖοι, αἰσχυνοίμην ἂν εἴ τι τούτων φανείην
παραλιπών. ἄρξομαι δ’ ἀπὸ τῆς τοῦ γένους αὐτῶν ἀρχῆς.

    [4] Ἡ γὰρ εὐγένεια τῶνδε τῶν ἀνδρῶν ἐκ πλείστου χρόνου
παρὰ πᾶσιν ἀνθρώποις ἀνωμολόγηται. οὐ γὰρ μόνον εἰς
πατέρ’ αὐτοῖς καὶ τῶν ἄνω προγόνων κατ’ ἄνδρ’ ἀνενεγκεῖν
ἑκάστῳ τὴν φύσιν ἔστιν, ἀλλ’ εἰς ὅλην κοινῇ τὴν ὑπάρχου-
σαν πατρίδα, ἧς αὐτόχθονες ὁμολογοῦνται εἶναι. μόνοι
γὰρ πάντων ἀνθρώπων, ἐξ ἧσπερ ἔφυσαν, ταύτην ᾤκησαν
καὶ τοῖς ἐξ αὑτῶν παρέδωκαν, ὥστε δικαίως ἄν τις ὑπολάβοι
τοὺς μὲν ἐπήλυδας ἐλθόντας εἰς τὰς πόλεις καὶ τούτων
πολίτας προσαγορευομένους ὁμοίους εἶναι τοῖς εἰσποιητοῖς
τῶν παίδων, τούτους δὲ γνησίους γόνῳ τῆς πατρίδος πολί-
τας εἶναι. [5] δοκεῖ δέ μοι καὶ τὸ τοὺς καρπούς, οἷς ζῶσιν
ἅνθρωποι, παρ’ ἡμῖν πρώτοις φανῆναι, χωρὶς τοῦ μέγιστον
εὐεργέτημ’ εἰς πάντας γενέσθαι, ὁμολογούμενον σημεῖον
ὑπάρχειν τοῦ μητέρα τὴν χώραν εἶναι τῶν ἡμετέρων προ-
γόνων. πάντα γὰρ τὰ τίκτονθ’ ἅμα καὶ τροφὴν τοῖς γιγνο-
μένοις ἀπ’ αὐτῆς τῆς φύσεως φέρει· ὅπερ ἥδ’ ἡ χώρα
πεποίηκεν.