Τὸ μὲν οὖν τῶν νέων τοιοῦτόν ἐστιν ἦθος, οἱ δὲ πρεσβύ-
τεροι καὶ παρηκμακότες σχεδὸν ἐκ τῶν ἐναντίων τούτοις τὰ
(15) πλεῖστα ἔχουσιν ἤθη· διὰ γὰρ τὸ πολλὰ ἔτη βεβιωκέναι καὶ
πλείω ἐξηπατῆσθαι καὶ ἐξημαρτηκέναι, καὶ τὰ πλείω φαῦλα
εἶναι τῶν πραγμάτων, οὔτε διαβεβαιοῦνται οὐδέν, ἧττόν τε
ἄγανται πάντα ἢ δεῖ. καὶ οἴονται, ἴσασι δ’ οὐδέν. καὶ ἀμφι-
δοξοῦντες προστιθέασιν ἀεὶ τὸ ἴσως καὶ τάχα, καὶ πάντα
(20) λέγουσιν οὕτως, παγίως δ’ οὐδέν. καὶ κακοήθεις εἰσίν· ἔστι
γὰρ κακοήθεια τὸ ἐπὶ τὸ χεῖρον ὑπολαμβάνειν πάντα. ἔτι δὲ
καχύποπτοί εἰσι διὰ τὴν ἀπιστίαν, ἄπιστοι δὲ δι’ ἐμπειρίαν.
καὶ οὔτε φιλοῦσιν σφόδρα οὔτε μισοῦσι διὰ ταῦτα, ἀλλὰ κατὰ
τὴν Βίαντος ὑποθήκην καὶ φιλοῦσιν ὡς μισήσοντες καὶ μισοῦ-
(25) σιν ὡς φιλήσοντες. καὶ μικρόψυχοι διὰ τὸ τεταπεινῶσθαι
ὑπὸ τοῦ βίου· οὐδενὸς γὰρ μεγάλου οὐδὲ περιττοῦ ἀλλὰ τῶν
πρὸς τὸν βίον ἐπιθυμοῦσι. καὶ ἀνελεύθεροι· ἓν γάρ τι τῶν
ἀναγκαίων ἡ οὐσία, ἅμα δὲ καὶ διὰ τὴν ἐμπειρίαν ἴσασιν ὡς
χαλεπὸν τὸ κτήσασθαι καὶ ῥᾴδιον τὸ ἀποβαλεῖν. καὶ δειλοὶ
(30) καὶ πάντα προφοβητικοί· ἐναντίως γὰρ διάκεινται τοῖς νέοις·
κατεψυγμένοι γάρ εἰσιν, οἱ δὲ θερμοί, ὥστε προωδοπεποίηκε
τὸ γῆρας τῇ δειλίᾳ· καὶ γὰρ ὁ φόβος κατάψυξίς τίς ἐστιν. καὶ
φιλόζωοι, καὶ μᾶλλον ἐπὶ τῇ τελευταίᾳ ἡμέρᾳ διὰ τὸ τοῦ
ἀπόντος εἶναι τὴν ἐπιθυμίαν, καὶ οὗ ἐνδεεῖς, τούτου
(35) μάλιστα ἐπιθυμεῖν. καὶ φίλαυτοι μᾶλλον ἢ δεῖ· μικροψυχία
γάρ τις καὶ αὕτη. καὶ πρὸς τὸ συμφέρον ζῶσιν, ἀλλ’ οὐ πρὸς
τὸ καλόν, μᾶλλον ἢ δεῖ, διὰ τὸ φίλαυτοι εἶναι· τὸ μὲν γὰρ
[1390a] συμφέρον αὐτῷ ἀγαθόν ἐστι, τὸ δὲ καλὸν ἁπλῶς. καὶ ἀν-
αίσχυντοι μᾶλλον ἢ αἰσχυντηλοί· διὰ γὰρ τὸ μὴ φροντίζειν
ὁμοίως τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὀλιγωροῦσι τοῦ δοκεῖν.
καὶ δυσέλπιδες διὰ τὴν ἐμπειρίαν (τὰ γὰρ πλείω τῶν γιγνο-
(5) μένων φαῦλά ἐστιν· ἀποβαίνει γὰρ τὰ πολλὰ ἐπὶ τὸ χεῖρον),
καὶ ἔτι διὰ τὴν δειλίαν. καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον ἢ τῇ
ἐλπίδι· τοῦ γὰρ βίου τὸ μὲν λοιπὸν ὀλίγον τὸ δὲ παρεληλυθὸς
πολύ, ἔστι δὲ ἡ μὲν ἐλπὶς τοῦ μέλλοντος ἡ δὲ μνήμη τῶν
παροιχομένων· ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς·
(10) διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες· ἀναμιμνησκόμενοι γὰρ
ἥδονται. καὶ οἱ θυμοὶ ὀξεῖς μὲν ἀσθενεῖς δέ εἰσιν, καὶ αἱ ἐπι-
θυμίαι αἱ μὲν ἐκλελοίπασιν αἱ δὲ ἀσθενεῖς εἰσιν, ὥστε οὔτ’
ἐπιθυμητικοὶ οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας, ἀλλὰ κατὰ
τὸ κέρδος· διὸ σωφρονικοὶ φαίνονται οἱ τηλικοῦτοι· αἵ τε γὰρ
(15) ἐπιθυμίαι ἀνείκασι καὶ δουλεύουσι τῷ κέρδει. καὶ μᾶλλον
ζῶσι κατὰ λογισμὸν ἢ κατὰ τὸ ἦθος· ὁ μὲν γὰρ λογισμὸς τοῦ
συμφέροντος τὸ δ’ ἦθος τῆς ἀρετῆς ἐστιν. καὶ τἀδικήματα
ἀδικοῦσιν εἰς κακουργίαν, οὐκ εἰς ὕβριν. ἐλεητικοὶ δὲ καὶ οἱ
γέροντές εἰσιν, ἀλλ’ οὐ διὰ ταὐτὰ τοῖς νέοις· οἱ μὲν γὰρ διὰ
(20) φιλανθρωπίαν, οἱ δὲ δι’ ἀσθένειαν· πάντα γὰρ οἴονται ἐγγὺς
εἶναι αὑτοῖς παθεῖν, τοῦτο δ’ ἦν ἐλεητικόν· ὅθεν ὀδυρτικοί
εἰσι, καὶ οὐκ εὐτράπελοι οὐδὲ φιλογέλοιοι· ἐναντίον γὰρ τὸ
ὀδυρτικὸν τῷ φιλογέλωτι.
τῶν μὲν οὖν νέων καὶ τῶν πρεσβυτέρων τὰ ἤθη τοιαῦτα,
(25) ὥστ’ ἐπεὶ ἀποδέχονται πάντες τοὺς τῷ σφετέρῳ ἤθει
λεγομένους λόγους καὶ τοὺς ὁμοίους, οὐκ ἄδηλον πῶς χρώμενοι
τοῖς λόγοις τοιοῦτοι φανοῦνται καὶ αὐτοὶ καὶ οἱ λόγοι.
Οἱ δ’ ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσον-
ται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα
(30) θαρροῦντες (θρασύτης γὰρ τὸ τοιοῦτον) οὔτε λίαν φοβούμενοι,
καλῶς δὲ πρὸς ἄμφω ἔχοντες, οὔτε πᾶσι πιστεύοντες οὔτε
πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον,
καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον
[1390b] ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν
ἀλλὰ πρὸς τὸ ἁρμόττον, ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς
ἐπιθυμίαν, καὶ σώφρονες μετ’ ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ
σωφροσύνης. ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται
(5) ταῦτα· εἰσὶν γὰρ οἱ μὲν νέοι ἀνδρεῖοι καὶ ἀκόλαστοι, οἱ δὲ
πρεσβύτεροι σώφρονες καὶ δειλοί. ὡς δὲ καθόλου εἰπεῖν,
ὅσα μὲν διῄρηνται ἡ νεότης καὶ τὸ γῆρας τῶν ὠφελίμων,
ταῦτα ἄμφω ἔχουσιν, ὅσα δὲ ὑπερβάλλουσιν ἢ ἐλλείπουσιν,
τούτων τὸ μέτριον καὶ τὸ ἁρμόττον. ἀκμάζει δὲ τὸ μὲν σῶμα
(10) ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα, ἡ δὲ
ψυχὴ περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα.
περὶ μὲν οὖν νεότητος καὶ γήρως καὶ ἀκμῆς, ποίων ἠθῶν
ἕκαστόν ἐστιν, εἰρήσθω τοσαῦτα.
|