τὰ δὲ ἤθη ποῖοί τινες κατὰ τὰ πάθη καὶ τὰς ἕξεις καὶ τὰς
ἡλικίας καὶ τὰς τύχας, διέλθωμεν μετὰ ταῦτα. λέγω δὲ πάθη
μὲν ὀργὴν ἐπιθυμίαν καὶ τὰ τοιαῦτα περὶ ὧν εἰρήκαμεν [πρό-
τερον], ἕξεις δὲ ἀρετὰς καὶ κακίας, εἴρηται δὲ περὶ τούτων
(35) πρότερον, καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτι-
κοί. ἡλικίαι δέ εἰσι νεότης καὶ ἀκμὴ καὶ γῆρας. τύχην δὲ
[1389a] λέγω εὐγένειαν καὶ πλοῦτον καὶ δυνάμεις καὶ τἀναντία τούτοις
καὶ ὅλως εὐτυχίαν καὶ δυστυχίαν.
οἱ μὲν οὖν νέοι τὰ ἤθη εἰσὶν ἐπιθυμητικοί, καὶ οἷοι ποιεῖν
ὧν ἂν ἐπιθυμήσωσι. καὶ τῶν περὶ τὸ σῶμα ἐπιθυμιῶν μάλιστα
(5) ἀκολουθητικοί εἰσι τῇ περὶ τὰ ἀφροδίσια καὶ ἀκρατεῖς ταύ-
της, εὐμετάβολοι δὲ καὶ ἁψίκοροι πρὸς τὰς ἐπιθυμίας, καὶ
σφόδρα μὲν ἐπιθυμοῦσι ταχέως δὲ παύονται (ὀξεῖαι γὰρ αἱ
βουλήσεις καὶ οὐ μεγάλαι, ὥσπερ αἱ τῶν καμνόντων δίψαι καὶ
πεῖναι), καὶ θυμικοὶ καὶ ὀξύθυμοι καὶ οἷοι ἀκολουθεῖν τῇ ὀργῇ.
(10) καὶ ἥττους εἰσὶ τοῦ θυμοῦ· διὰ γὰρ φιλοτιμίαν οὐκ ἀνέχονται
ὀλιγωρούμενοι, ἀλλ’ ἀγανακτοῦσιν ἂν οἴωνται ἀδικεῖσθαι. καὶ
φιλότιμοι μέν εἰσιν, μᾶλλον δὲ φιλόνικοι (ὑπεροχῆς γὰρ ἐπι-
θυμεῖ ἡ νεότης, ἡ δὲ νίκη ὑπεροχή τις), καὶ ἄμφω ταῦτα
μᾶλλον ἢ φιλοχρήματοι (φιλοχρήματοι δὲ ἥκιστα διὰ τὸ μήπω
(15) ἐνδείας πεπειρᾶσθαι, ὥσπερ τὸ Πιττακοῦ ἔχει ἀπόφθεγμα
εἰς Ἀμφιάραον), καὶ οὐ κακοήθεις ἀλλ’ εὐήθεις διὰ τὸ μήπω
τεθεωρηκέναι πολλὰς πονηρίας, καὶ εὔπιστοι διὰ τὸ μήπω
πολλὰ ἐξηπατῆσθαι, καὶ εὐέλπιδες· ὥσπερ γὰρ οἱ οἰνωμένοι,
οὕτω διάθερμοί εἰσιν οἱ νέοι ὑπὸ τῆς φύσεως· ἅμα δὲ καὶ διὰ
(20) τὸ μὴ πολλὰ ἀποτετυχηκέναι. καὶ ζῶσι τὰ πλεῖστα ἐλπίδι· ἡ
μὲν γὰρ ἐλπὶς τοῦ μέλλοντός ἐστιν ἡ δὲ μνήμη τοῦ παροιχο-
μένου, τοῖς δὲ νέοις τὸ μὲν μέλλον πολὺ τὸ δὲ παρεληλυθὸς
βραχύ· τῇ γὰρ πρώτῃ ἡμέρᾳ μεμνῆσθαι μὲν οὐδὲν οἷόν τε,
ἐλπίζειν δὲ πάντα. καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον
(25) (ἐλπίζουσι γὰρ ῥᾳδίως), καὶ ἀνδρειότεροι (θυμώδεις γὰρ καὶ
εὐέλπιδες, ὧν τὸ μὲν μὴ φοβεῖσθαι τὸ δὲ θαρρεῖν ποιεῖ· οὔτε
γὰρ ὀργιζόμενος οὐδεὶς φοβεῖται, τό τε ἐλπίζειν ἀγαθόν τι
θαρραλέον ἐστίν), καὶ αἰσχυντηλοί (οὐ γάρ πω καλὰ ἕτερα ὑπο-
λαμβάνουσιν, ἀλλὰ πεπαίδευνται ὑπὸ τοῦ νόμου μόνον), καὶ
(30) μεγαλόψυχοι (οὐ γὰρ ὑπὸ τοῦ βίου πω τεταπείνωνται, ἀλλὰ
τῶν ἀναγκαίων ἄπειροί εἰσιν, καὶ τὸ ἀξιοῦν αὑτὸν μεγάλων
μεγαλοψυχία· τοῦτο δ’ εὐέλπιδος). καὶ μᾶλλον αἱροῦνται πράτ-
τειν τὰ καλὰ τῶν συμφερόντων· τῷ γὰρ ἤθει ζῶσι μᾶλλον ἢ
τῷ λογισμῷ, ἔστι δὲ ὁ μὲν λογισμὸς τοῦ συμφέροντος ἡ δὲ
(35) ἀρετὴ τοῦ καλοῦ. καὶ φιλόφιλοι καὶ φιλέταιροι μᾶλλον τῶν
[1389b] ἄλλων ἡλικιῶν διὰ τὸ χαίρειν τῷ συζῆν καὶ μήπω πρὸς τὸ
συμφέρον κρίνειν μηδέν, ὥστε μηδὲ τοὺς φίλους. καὶ ἅπαντα
ἐπὶ τὸ μᾶλλον καὶ σφοδρότερον ἁμαρτάνουσι, παρὰ τὸ Χιλώ-
νειον (πάντα γὰρ ἄγαν πράττουσιν· φιλοῦσι γὰρ ἄγαν καὶ
(5) μισοῦσιν ἄγαν καὶ τἆλλα πάντα ὁμοίως), καὶ εἰδέναι ἅπαντα
οἴονται καὶ διισχυρίζονται (τοῦτο γὰρ αἴτιόν ἐστιν καὶ τοῦ
πάντα ἄγαν), καὶ τὰ ἀδικήματα ἀδικοῦσιν εἰς ὕβριν, καὶ οὐ
κακουργίαν. καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς καὶ βελ-
τίους ὑπολαμβάνειν (τῇ γὰρ αὑτῶν ἀκακίᾳ τοὺς πέλας με-
(10) τροῦσιν, ὥστε ἀνάξια πάσχειν ὑπολαμβάνουσιν αὐτούς), καὶ
φιλογέλωτες, διὸ καὶ φιλευτράπελοι· ἡ γὰρ εὐτραπελία πεπαι-
δευμένη ὕβρις ἐστίν.
|