Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΙΣΧΙΝΗΣ, ΚΑΤΑ ΤΙΜΑΡΧΟΥ

ΑΙΣΧΙΝ 1.1–7

Προοίμιον: Οι λόγοι που επέβαλαν την αγωγή – Σημασία της τήρησης των νόμων – Η μέριμνα των παλαιών νομοθετών για την ηθική διαπαιδαγώγηση των πολιτών
Ο Τίμαρχος ανήκε στη μερίδα του Δημοσθένη και μετά την υπογραφή της "Φιλοκρατείου ειρήνης" (346 π.Χ.) κατηγόρησε τον Αισχίνη για παραπρεσβείαν (βλ. και τον ομώνυμο λόγο του τελευταίου). Ο Αισχίνης με τη σειρά του, προσπαθώντας να αναβάλει ή να ματαιώσει τη δίκη αυτή, επικαλέστηκε τον νόμο για τη δοκιμασίαν των ρητόρων, δηλαδή ανάγκασε τον Τίμαρχο να αποδείξει σε δίκη ότι δεν είχε υποπέσει σε αδικήματα τα οποία στερούσαν από τους Αθηναίους το δικαίωμα να παίρνουν το λόγο σε δημόσιες συνελεύσεις.

    [1] Οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι,
οὔτε γραφὴν γραψάμενος οὔτ’ ἐν εὐθύναις λυπήσας, ἀλλ’
ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων
παρεσχηκώς, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην
ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους,
καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος (ὃν δὲ τρόπον, προϊόν-
τος ἐπιδείξω τοῦ λόγου), [2] ἕν τι τῶν αἰσχίστων ἡγησά-
μην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις
καὶ ὑμῖν καὶ ἐμαυτῷ· εἰδὼς δ’ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ
πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως,
ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. καὶ ὡς ἔοικεν, ὦ
ἄνδρες Ἀθηναῖοι, οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς
δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι
πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι.

    [3] Τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθ’ ἡ πόλις
αἰτία οὖσα Τιμάρχῳ οὔθ’ οἱ νόμοι οὔθ’ ὑμεῖς οὔτ’ ἐγώ, ἀλλ’
αὐτὸς οὗτος ἑαυτῷ. οἱ μὲν γὰρ νόμοι προεῖπον αὐτῷ αἰσ-
χρῶς βεβιωκότι μὴ δημηγορεῖν, ἐπίταγμα, ὥς γε δὴ ἐγὼ
κρίνω, οὐ χαλεπὸν ἐπιτάξαντες, ἀλλὰ καὶ πάνυ ῥᾴδιον·
ἐμὲ δ’ ἐξῆν αὐτῷ, εἰ ἐσωφρόνει, μὴ συκοφαντεῖν. περὶ μὲν
οὖν τούτων μετρίως ἐλπίζω μοι προειρῆσθαι.

    [4] Οὐκ ἀγνοῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μέλλω ἐν πρώ-
τοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες·
ἀλλά μοι δοκεῖ καιρὸς εἶναι καὶ ἐμὲ νῦν πρὸς ὑμᾶς τῷ αὐτῷ
λόγῳ χρήσασθαι. ὁμολογοῦνται γὰρ τρεῖς εἶναι πολιτεῖαι
παρὰ πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημο-
κρατία· διοικοῦνται δ’ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι
τοῖς τρόποις τῶν ἐφεστηκότων, αἱ δὲ πόλεις αἱ δημοκρατού-
μεναι τοῖς νόμοις τοῖς κειμένοις. [5] εὖ δ’ ἴστε, ὦ ἄνδρες Ἀθη-
ναῖοι, ὅτι τὰ μὲν τῶν δημοκρατουμένων σώματα καὶ τὴν
πολιτείαν οἱ νόμοι σῴζουσι, τὰ δὲ τῶν τυράννων καὶ ὀλι-
γαρχικῶν ἀπιστία καὶ ἡ μετὰ τῶν ὅπλων φρουρά. φυλα-
κτέον δὴ τοῖς μὲν ὀλιγαρχικοῖς καὶ τοῖς τὴν ἄνισον πολι-
τείαν πολιτευομένοις τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας
καταλύοντας, ὑμῖν δὲ τοῖς τὴν ἴσην καὶ ἔννομον πολιτείαν
ἔχουσι τοὺς παρὰ τοὺς νόμους ἢ λέγοντας ἢ βεβιωκότας·
ἐντεῦθεν γὰρ ἰσχύσετε, ὅταν εὐνομῆσθε καὶ μὴ καταλύη-
σθε ὑπὸ τῶν παρανομούντων. [6] προσήκειν δὲ ἔγωγε νομίζω,
ὅταν μὲν νομοθετῶμεν, τοῦθ’ ἡμᾶς σκοπεῖν, ὅπως καλῶς
ἔχοντας καὶ συμφέροντας νόμους τῇ πολιτείᾳ θησόμεθα,
ἐπειδὰν δὲ νομοθετήσωμεν, τοῖς νόμοις τοῖς κειμένοις πεί-
θεσθαι, τοὺς δὲ μὴ πειθομένους κολάζειν, εἰ δεῖ τὰ τῆς
πόλεως καλῶς ἔχειν.

    Σκέψασθε γάρ, ὦ Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σω-
φροσύνης ἐποιήσατο ὁ Σόλων ἐκεῖνος, ὁ παλαιὸς νομοθέ-
της, καὶ ὁ Δράκων καὶ οἱ κατὰ τοὺς χρόνους ἐκείνους νο-
μοθέται. [7] πρῶτον μὲν γὰρ περὶ τῆς σωφροσύνης τῶν παί-
δων τῶν ἡμετέρων ἐνομοθέτησαν, καὶ διαρρήδην ἀπέδει-
ξαν, ἃ χρὴ τὸν παῖδα τὸν ἐλεύθερον ἐπιτηδεύειν, καὶ ὡς
δεῖ αὐτὸν τραφῆναι, ἔπειτα δεύτερον περὶ τῶν μειρακίων,
τρίτον δ’ ἐφεξῆς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ
τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων. καὶ τούτους τοὺς
νόμους ἀναγράψαντες ὑμῖν παρακατέθεντο, καὶ ὑμᾶς
αὐτῶν ἐπέστησαν φύλακας.