Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΥΠΕΡΕΙΔΗΣ, ΕΠΙΤΑΦΙΟΣ

ΥΠΕΡ 6.41–43

Παραμυθία στους συγγενείς των νεκρών
Ο ρήτορας δεν ακολούθησε τις επιταγές της παράδοσης των επιταφίων, αλλά καινοτομώντας επικεντρώθηκε στον έπαινο του επικεφαλής του στρατεύματος, του στρατηγού Λεωσθένη (βλ. σχετικά και ΥΠΕΡ 6.9–17).

    [41] Χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις
ὄντας πάθεσι παραμυθεῖσθαι. τὰ γὰρ πένθη οὔτε
λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλ’ ἡ φύσις ἑκάστου
καὶ φιλία πρὸς τὸν τελευτήσαντα <τὸν> ὁρισμὸν
ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς
λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆ-
σθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων,
ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν. [42] εἰ γὰρ
θρήνων ἄξια πεπόνθασιν, ἀλλ’ ἐπαίνων μεγάλων
πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον,
ἀλλ’ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε
γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες
τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι
παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας
καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος
αὐτοῖς τῶν παίδων καταστήσεται. [43] πρὸς δὲ τού-
τοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέ-
σθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν
ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον·
εἰ δ’ ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ
τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς
ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας
πλείστης κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχά-
νειν.….