Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΥΠΕΡΕΙΔΗΣ, ΕΠΙΤΑΦΙΟΣ

ΥΠΕΡ 6.9–17

Τα κατορθώματα του Λεωσθένη
Στον επιτάφιο λόγο του για τους νεκρούς της πρώτης φάσης του Λαμιακού πολέμου (322 π.Χ.), η οποία ήταν νικηφόρα για τον αθηναϊκό στρατό, ο Υπερείδης αποτίνει φόρο τιμής όχι μόνο στους πεσόντες στρατιώτες αλλά κυρίως στον επικεφαλής του στρατεύματος που αντιμετώπισε τον Μ. Αλέξανδρο, τον αθηναίο στρατηγό Λεωσθένη.

[9] ἁπλούστατον ο[ὖν ἡ]γοῦμαι εἶναι
τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολ-
λῶν ἀγαθῶν αἴτιοι γεγένη<ν>ται τῇ πατρίδι καὶ
τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ
στρατηγοῦ· [10] καὶ γὰρ δίκαιον. Λεωσθένης γὰρ ὁρῶν
τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ …..
ἐπτη[χυ]ῖαν, κατεφθαρμένην ὑπὸ [τῶν] δωροδο-
κούντων παρὰ Φι[λίπ]που καὶ Ἀλεξάνδρου κατὰ
[τῶν] πατρίδων τῶν αὑτῶν, [καὶ τ]ὴν μὲν πόλιν
ἡμῶν [δεομέ]νην ἀνδρός, τὴν δ’ Ἑλλά[δα πᾶ]σαν
πόλεως, ἥτις προστῆ[ναι δυν]ήσεται τῆς ἡγεμο-
νίας, [ἐπέδ]ωκεν ἑαυτὸν μὲν τῇ [πατρί]δι, τὴν δὲ
πόλιν τοῖς Ἕλλη[σιν] εἰς τὴν ἐλευθερίαν· [11] καὶ ξενικὴν
μὲν δύναμιν <συ>στησάμενος, τῆς δὲ πολιτικῆς
ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους
τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακε-
δόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους
αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ. [12] ἐντεῦθεν
δ’ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς [πα]ρόδους,
δι’ ὧν καὶ πρότερον ἐ[πὶ τ]οὺς Ἕλληνας οἱ βάρβαροι
ἐ[πο]ρεύθησαν, τῆς μὲν ἐπὶ [τὴν] Ἑλλάδα πορείας
Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ [κα]ταλαβὼν ἐν
τοῖς τόποις τού[τοι]ς καὶ μάχῃ νικήσας, ἐπολι[όρ]κει
κατακλείσας εἰς Λαμίαν. [13] Θετταλοὺς δὲ καὶ
Φωκέας καὶ [Αἰ]τωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας
τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν
Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμ-
νύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν
ἔλαβεν. συνέβη δ’ αὐτῷ τῶν μὲν πραγμάτων ὧν
προείλετο κρατῆσαι, τῆς δὲ εἱ[μαρ]μένης οὐκ ἦν
περιγενέ[σθαι.] [14] δίκαιον δ’ ἐστὶν μὴ μ[όνον] ὧν
ἔπραξεν Λεωσθέν[ης ἀε]ὶ χάριν ἔχειν αὐτῷ πρ[ώ-
τῳ, ἀ]λλὰ καὶ τῆς ὕστερον [γενομέν]ης μάχης μετὰ
τ[ὸν ἐκείνο]υ θάνατον, καὶ τῶν [ἄλλων ἀγ]αθῶν
τῶν ἐν τῇ σ[τρατείᾳ τ]αύτῃ συμβάντων [τοῖς Ἕλ]-
λησιν· ἐπὶ γὰρ τοῖς ὑπὸ [Λε]ωσθένους <τε>θεῖσιν
θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις.
[15] καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν [μη]δένα
λόγον ποιεῖσθαι, [ἀλλὰ] Λεωσθένη μόν<ον> ἐγκω-
[μιάζ]ειν. συμβαίνει γὰρ [τὸν Λε]ωσθένους ἔπαινον
[ἐπὶ ταῖ]ς μάχαις ἐγκώμιον [τῶν ἄλ]λων πολιτῶν
εἶναι· το[ῦ μὲν] γὰρ βουλεύεσθαι καλ[ῶς ὁ στρα]-
τηγὸς αἴτιος, τοῦ δὲ νι[κᾶν μαχ]ομένους οἱ κινδυ-
ν[εύειν ἐθ]έλοντες τοῖς σώμασ[ιν· ὥστ]ε ὅταν ἐπαι-
ν[ῶ τὴν γ]εγονυῖαν νίκην, ἅμα τ[ῇ Λε]ωσθένους ἡγε-
μονίᾳ καὶ [τὴν τ]ῶν ἄλλων ἀρετὴν ἐγκωμ[ιάσ]ω.
[16] τίς γὰρ οὐκ ἂν δικα[ίως] ἐπαινοίη τῶν πολιτῶ[ν
το]ὺς ἐν τῷδε τῷ πολέμῳ [τε]λευτήσαντας, οἳ τὰς
ἑα[υτῶ]ν ψυχὰς ἔδωκαν ὑπὲρ τῆ[ς τῶ]ν Ἑλλήνων
ἐλευθερίας, [φα]νερωτάτην ἀπόδειξιν τ[αύτ]ην ἡγού-
μενοι εἶναι τοῦ [βούλ]εσθαι τῇ Ἑλλάδι [τὴν] ἐλε[υ-
θερ]ίαν περιθεῖναι, τὸ μαχομ[ένους] τελευτῆσαι
ὑπὲρ αὐτῆ[ς. [17] μ]έγα δ’ αὐτοῖς συνεβάλετ[ο εἰ]ς τὸ
προθύμως ὑπὲρ τῆς [Ἑλλά]δος ἀγωνίσασθαι τὸ ἐν
τῇ [Βοιω]τίᾳ τὴν μάχην τὴν π[ροτέραν] γενέσθαι.
ἑώρων γὰ[ρ τὴν μὲν π]όλιν τῶν Θηβαίων οἰκτ[ρῶς
ἠφα]νισμένην ἐξ ἀνθρώπων, [τὴν δὲ ἀ]κρόπολιν
αὐτῆς φρουρου[μένην] ὑπὸ τῶν Μακεδόνων, τὰ δὲ
σώματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν
δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλ-
μῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον π[αρ]εῖχε
τόλμα<ν> εἰς τὸ κινδυνεύειν [πρ]οχείρως.