Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΦΙΛΟΚΤΗΤΗΣ

ΣΟΦ Φιλ 865–1080

Τρίτο επεισόδιο: Ο Νεοπτόλεμος αποκαλύπτει στον Φιλοκτήτη την αλήθεια – Αντιπαράθεση Οδυσσέα–Φιλοκτήτη
Ενώ ο Φιλοκτήτης βρισκόταν σε λήθαργο μετά την κρίση της αρρώστιας του, ο χορός στον κομμό του δεύτερου στασίμου , συμβούλευσε τον Νεοπτόλεμο να πάρουν τα όπλα του (βλ. σχετικά ΣΟΦ Φιλ 1–134) και να φύγουν. Ο γιος του Αχιλλέα, όμως, αντέδρασε, τονίζοντας ότι, σύμφωνα με τον χρησμό, θα ήταν μάταιο να μεταφερθούν στην Τροία τα όπλα χωρίς τον ιδιοκτήτη τους.

(865) ΝΕ. Σιγᾶν κελεύω, μηδ’ ἀφεστάναι φρενῶν·
κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
ΦΙ. Ὦ φέγγος ὕπνου διάδοχον, τό τ’ ἐλπίδων
ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
Οὐ γάρ ποτ’, ὦ παῖ, τοῦτ’ ἂν ἐξηύχησ’ ἐγώ,
(870) τλῆναί σ’ ἐλεινῶς ὧδε τἀμὰ πήματα
μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
Οὔκουν Ἀτρεῖδαι τοῦτ’ ἔτλησαν εὐφόρως
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
Ἀλλ’ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
(875) ὦ τέκνον, ἡ σή, πάντα ταῦτ’ ἐν εὐχερεῖ
ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
Καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
σύ μ’ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
(880) ἵν’, ἡνίκ’ ἂν κόπος μ’ ἀπαλλάξῃ ποτέ,
ὁρμώμεθ’ ἐς ναῦν μηδ’ ἐπίσχωμεν τὸ πλεῖν.
ΝΕ. Ἀλλ’ ἥδομαι μέν σ’ εἰσιδὼν παρ’ ἐλπίδα
ἀνώδυνον βλέποντα κἀμπνέοντ’ ἔτι·
ὡς οὐκέτ’ ὄντος γὰρ τὰ συμβόλαιά σου
(885) πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
Νῦν δ’ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
οἴσουσί σ’ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
ἐπείπερ οὕτω σοί τ’ ἔδοξ’ ἐμοί τε δρᾶν.
ΦΙ. Αἰνῶ τάδ’, ὦ παῖ, καί μ’ ἔπαιρ’, ὥσπερ νοεῖς·
(890) τούτους δ’ ἔασον, μὴ βαρυνθῶσιν κακῇ
ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
ΝΕ. Ἔσται τάδ’· ἀλλ’ ἵστω τε καὐτὸς ἀντέχου.
ΦΙ. Θάρσει· τό τοι σύνηθες ὀρθώσει μ’ ἔθος.
(895) ΝΕ. Παπαῖ· τί δῆτ’ ἂν δρῷμ’ ἐγὼ τοὐνθένδε γε;
ΦΙ. Τί δ’ ἔστιν, ὦ παῖ; Ποῖ ποτ’ ἐξέβης λόγῳ;
ΝΕ. Οὐκ οἶδ’ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
ΦΙ. Ἀπορεῖς δὲ τοῦ σύ; Μὴ λέγ’, ὦ τέκνον, τάδε.
ΝΕ. Ἀλλ’ ἐνθάδ’ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
(900) ΦΙ. Οὐ δή σε δυσχέρεια τοῦ νοσήματος
ἔπεισεν ὥστε μή μ’ ἄγειν ναύτην ἔτι;
ΝΕ. Ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
ΦΙ. Ἀλλ’ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
(905) δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ’ ἐπωφελῶν.
ΝΕ. Αἰσχρὸς φανοῦμαι· τοῦτ’ ἀνιῶμαι πάλαι.
ΦΙ. Οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ’ αὐδᾷς ὀκνῶ.
ΝΕ. Ὦ Ζεῦ, τί δράσω; Δεύτερον ληφθῶ κακός,
κρύπτων θ’ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ’ ἐπῶν;
(910) ΦΙ. Ἁνὴρ ὅδ’, εἰ μὴ ’γὼ κακὸς γνώμην ἔφυν,
προδούς μ’ ἔοικεν κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
ΝΕ. Λιπὼν μὲν οὐκ ἔγωγε, λυπηρῶς δὲ μὴ
πέμπω σε μᾶλλον, τοῦτ’ ἀνιῶμαι πάλαι.
ΦΙ. Τί ποτε λέγεις, ὦ τέκνον; Ὡς οὐ μανθάνω.
(915) ΝΕ. Οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν
πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
ΦΙ. Οἴμοι, τί εἶπας; ΝΕ. Μὴ στέναζε πρὶν μάθῃς.
ΦΙ. Ποῖον μάθημα; Τί με νοεῖς δρᾶσαί ποτε;
ΝΕ. Σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ’, ἔπειτα δὲ
(920) ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.
ΦΙ. Καὶ ταῦτ’ ἀληθῆ δρᾶν νοεῖς; ΝΕ. Πολλὴ κρατεῖ
τούτων ἀνάγκη· καὶ σὺ μὴ θυμοῦ κλύων.
ΦΙ. Ἀπόλωλα τλήμων, προδέδομαι. Τί μ’, ὦ ξένε,
δέδρακας; Ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
(925) ΝΕ. Ἀλλ’ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν
τό τ’ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
ΦΙ. Ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
δεινῆς τέχνημ’ ἔχθιστον, οἷά μ’ εἰργάσω,
οἷ’ ἠπάτηκας· οὐδ’ ἐπαισχύνῃ μ’ ὁρῶν
(930) τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
Ἀπεστέρηκας τὸν βίον τὰ τόξ’ ἑλών·
ἀπόδος, ἱκνοῦμαί σ’, ἀπόδος, ἱκετεύω, τέκνον.
Πρὸς θεῶν πατρῴων, τὸν βίον μή μου ’φέλῃς.
Ὤμοι τάλας. Ἀλλ’ οὐδὲ προσφωνεῖ μ’ ἔτι,
(935) ἀλλ’ ὡς μεθήσων μήποθ’, ὧδ’ ὁρᾷ πάλιν.
Ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
ὑμῖν τάδ’, οὐ γὰρ ἄλλον οἶδ’ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
(940) οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασεν οὑξ Ἀχιλλέως·
ὀμόσας ἀπάξειν οἴκαδ’, ἐς Τροίαν μ’ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει,
(945) ὡς ἄνδρ’ ἑλὼν ἰσχυρὸν ἐκ βίας μ’ ἄγει,
κοὐκ οἶδ’ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως. Οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ’· ἐπεὶ οὐδ’ ἂν ὧδ’ ἔχοντ’, εἰ μὴ δόλῳ.
Νῦν δ’ ἠπάτημαι δύσμορος. Τί χρή με δρᾶν;
(950) <Ἀλλ’> ἀπόδος. Ἀλλὰ νῦν ἔτ’ ἐν σαυτῷ γενοῦ.
Τί φῄς; Σιωπᾷς. Οὐδέν εἰμ’ ὁ δύσμορος.
Ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλ’ αὐανοῦμαι τῷδ’ ἐν αὐλίῳ μόνος,
(955) οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ’ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ’, ἀλλ’ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ’ ὑφ’ ὧν ἐφερβόμην,
καί μ’ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τείσω τάλας
(960) πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
Ὄλοιο μήπω, πρὶν μάθοιμ’ εἰ καὶ πάλιν
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
ΧΟ. Τί δρῶμεν; Ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
ἤδη ’στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
(965) ΝΕ. Ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
τοῦδ’ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
ΦΙ. Ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
ΝΕ. Οἴμοι, τί δράσω; Μή ποτ’ ὤφελον λιπεῖν
(970) τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.
ΦΙ. Οὐκ εἶ κακὸς σύ· πρὸς κακῶν δ’ ἀνδρῶν μαθὼν
ἔοικας ἥκειν αἰσχρά. Νῦν δ’ ἄλλοισι δοὺς
οἷς εἰκός ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
ΝΕ. Τί δρῶμεν, ἄνδρες; ΟΔ. Ὦ κάκιστ’ ἀνδρῶν, τί δρᾷς;
(975) Οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτ’ ἐμοί, πάλιν;
ΦΙ. Οἴμοι, τίς ἁνήρ; Ἆρ’ Ὀδυσσέως κλύω;
ΟΔ. Ὀδυσσέως, σάφ’ ἴσθ’, ἐμοῦ γ’, ὃν εἰσορᾷς.
ΦΙ. Οἴμοι· πέπραμαι κἀπόλωλ’· ὅδ’ ἦν ἄρα
ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
(980) ΟΔ. Ἐγώ, σάφ’ ἴσθ’, οὐκ ἄλλος· ὁμολογῶ τάδε.
ΦΙ. Ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα. ΟΔ. Τοῦτο μέν,
οὐδ’ ἢν θέλῃ, δράσει ποτ’· ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅμ’ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
ΦΙ. Ἔμ’, ὦ κακῶν κάκιστε καὶ τόλμης πέρα,
(985) οἵδ’ ἐκ βίας ἄξουσιν; ΟΔ. Ἢν μὴ ἕρπῃς ἑκών.
ΦΙ. Ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτ’ ἀνασχετά,
εἴ μ’ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
ΟΔ. Ζεύς ἐσθ’, ἵν’ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
(990) Ζεύς, ᾧ δέδοκται ταῦθ’· ὑπηρετῶ δ’ ἐγώ.
ΦΙ. Ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
ΟΔ. Οὔκ, ἀλλ’ ἀληθεῖς. Ἡ δ’ ὁδὸς πορευτέα.
ΦΙ. Οὔ φημ’. ΟΔ. Ἐγὼ δέ φημι· πειστέον τάδε.
(995) ΦΙ. Οἴμοι τάλας. Ἡμᾶς μὲν ὡς δούλους σαφῶς
πατὴρ ἄρ’ ἐξέφυσεν, οὐδ’ ἐλευθέρους.
ΟΔ. Οὔκ, ἀλλ’ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ’ ὧν
Τροίαν σ’ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
ΦΙ. Οὐδέποτέ γ’· οὐδ’ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
(1000) ἕως γ’ ἂν ᾖ μοι γῆς τόδ’ αἰπεινὸν βάθρον.
ΟΔ. Τί δ’ ἐργασείεις; ΦΙ. Κρᾶτ’ ἐμὸν τόδ’ αὐτίκα
πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
ΟΔ. Ξυλλάβετέ γ’ αὐτόν· μὴ ’πὶ τῷδ’ ἔστω τάδε.
ΦΙ. Ὦ χεῖρες, οἷα πάσχετ’ ἐν χρείᾳ φίλης
(1005) νευρᾶς, ὑπ’ ἀνδρὸς τοῦδε συνθηρώμεναι.
Ὦ μηδὲν ὑγιὲς μηδ’ ἐλεύθερον φρονῶν,
οἷ’ αὖ μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν
πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί,
ἀνάξιον μὲν σοῦ, κατάξιον δ’ ἐμοῦ,
(1010) ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
οἷς τ’ αὐτὸς ἐξήμαρτεν οἷς τ’ ἐγὼ ’παθον.
Ἀλλ’ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσ’ ἀεὶ
ψυχή νιν ἀφυῆ τ’ ὄντα κοὐ θέλονθ’ ὅμως
(1015) εὖ προὐδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
Καὶ νῦν ἔμ’, ὦ δύστηνε, συνδήσας νοεῖς
ἄγειν ἀπ’ ἀκτῆς τῆσδ’, ἐν ᾗ με προὐβάλου
ἄφιλον, ἔρημον, ἄπολιν, ἐν ζῶσιν νεκρόν.
Φεῦ. Ὄλοιο· καί σοι πολλάκις τόδ’ ηὐξάμην.
(1020) Ἀλλ’ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,
σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ’ ἀλγύνομαι
τοῦτ’ αὔθ’ ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ’ ὑπηρετεῖς.
(1025) Καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς
ἔπλεις ἅμ’ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον
ἑκόντα πλεύσανθ’ ἑπτὰ ναυσὶ ναυβάτην
ἄτιμον ἔβαλον, ὡς σὺ φῄς, κεῖνοι δὲ σέ.
Καὶ νῦν τί μ’ ἄγετε; Τί μ’ ἀπάγεσθε; Τοῦ χάριν;
(1030) ὃς οὐδέν εἰμι καὶ τέθνηχ’ ὑμῖν πάλαι.
Πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
χωλός, δυσώδης; Πῶς θεοῖς ἔξεστ’, ἐμοῦ
πλεύσαντος, αἴθειν ἱερά, πῶς σπένδειν ἔτι;
αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
(1035) Κακῶς ὄλοισθ’· ὀλεῖσθε δ’ ἠδικηκότες
τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
Ἔξοιδα δ’ ὡς μέλει γ’· ἐπεὶ οὔποτ’ ἂν στόλον
ἐπλεύσατ’ ἂν τόνδ’ οὕνεκ’ ἀνδρὸς ἀθλίου,
εἰ μή τι κέντρον θεῖον ἦγ’ ὑμᾶς ἐμοῦ.
(1040) Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐπόψιοι,
τείσασθε τείσασθ’ ἀλλὰ τῷ χρόνῳ ποτὲ
ξύμπαντας αὐτούς, εἴ τι κἄμ’ οἰκτίρετε.
Ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ’ ἴδοιμ’ ὀλωλότας
τούτους, δοκοῖμ’ ἂν τῆς νόσου πεφευγέναι.
(1045) ΧΟ. Βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν
τήνδ’ εἶπ’, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
ΟΔ. Πόλλ’ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ’ ἔπη,
εἴ μοι παρείκοι· νῦν δ’ ἑνὸς κρατῶ λόγου.
Οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ’ ἐγώ·
(1050) χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,
οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν’ εὐσεβῆ.
Νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
πλὴν ἐς σέ· νῦν δὲ σοί γ’ ἑκὼν ἐκστήσομαι.
Ἄφετε γὰρ αὐτόν, μηδὲ προσψαύσητ’ ἔτι·
(1055) ἐᾶτε μίμνειν. Οὐδὲ σοῦ προσχρῄζομεν,
τά γ’ ὅπλ’ ἔχοντες ταῦτ’· ἐπεὶ πάρεστι μὲν
Τεῦκρος παρ’ ἡμῖν, τήνδ’ ἐπιστήμην ἔχων,
ἐγώ θ’, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
τούτων κρατύνειν, μηδ’ ἐπιθύνειν χερί.
(1060) Τί δῆτα σοῦ δεῖ; Χαῖρε τὴν Λῆμνον πατῶν·
ἡμεῖς δ’ ἴωμεν· καὶ τάχ’ ἂν τὸ σὸν γέρας
τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.
ΦΙ. Οἴμοι· τί δράσω δύσμορος; Σὺ τοῖς ἐμοῖς
ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανῇ;
(1065) ΟΔ. Μή μ’ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.
ΦΙ. Ὦ σπέρμ’ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
γενήσομαι προσφθεγκτός, ἀλλ’ οὕτως ἄπει;
ΟΔ. Χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
(1070) ΦΙ. Ἦ καὶ πρὸς ὑμῶν ὧδ’ ἔρημος, ὦ ξένοι,
λειφθήσομαι δὴ κοὐκ ἐποικτιρεῖτέ με;
ΧΟ. Ὅδ’ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσ’ ἂν
οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμεν.
ΝΕ. Ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
(1075) πρὸς τοῦδ’· ὅμως δὲ μείνατ’, εἰ τούτῳ δοκεῖ,
χρόνον τοσοῦτον, εἰς ὅσον τὰ τῆς νεὼς
στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
Χοὖτος τάχ’ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
λῴω τιν’ ἡμῖν. Νὼ μὲν οὖν ὁρμώμεθον,
(1080) ὑμεῖς δ’, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.