Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ

ΑΡΙΣΤ Ρητ 1380b35–1382a19

(ΑΡΙΣΤ Ρητ 1380b35–1383b10: Λόγος περὶ παθῶν) Αγάπη και έχθρα
Στο δεύτερο βιβλίο ο Αριστοτέλης προσπαθεί να εφοδιάσει τους ρήτορες με τα εργαλεία πειθούς που απευθύνονται στο θυμικό του ακροατηρίου τους. Ο ρήτορας οφείλει να γνωρίζει πώς θα διεγείρει ή θα κατευνάσει στην ψυχή των ακροατών του τα λεγόμενα πάθη (ως πάθη θεωρεί ο φιλόσοφος όσα προκαλούν μεταβολές στην ψυχική, σωματική και νοητική κατάσταση των ανθρώπων και συνοδεύονται από ευχαρίστηση ή δυσαρέσκεια). Μετά την οργή και την πραότητα εξετάζονται η φιλία και το μῖσος .

    Τίνας δὲ φιλοῦσι καὶ μισοῦσι, καὶ διὰ τί, τὴν φιλίαν καὶ
τὸ φιλεῖν ὁρισάμενοι λέγωμεν. ἔστω δὴ τὸ φιλεῖν τὸ βούλε-
σθαί τινι ἃ οἴεται ἀγαθά, ἐκείνου ἕνεκα ἀλλὰ μὴ αὑτοῦ, καὶ τὸ
[1381a] κατὰ δύναμιν πρακτικὸν εἶναι τούτων. φίλος δέ ἐστιν ὁ φιλῶν
καὶ ἀντιφιλούμενος· οἴονται δὲ φίλοι εἶναι οἱ οὕτως ἔχειν
οἰόμενοι πρὸς ἀλλήλους. τούτων δὲ ὑποκειμένων ἀνάγκη φίλον
εἶναι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς καὶ συναλγοῦντα τοῖς
(5) λυπηροῖς μὴ διά τι ἕτερον ἀλλὰ δι’ ἐκεῖνον· γιγνομένων γὰρ
ὧν βούλονται χαίρουσιν πάντες, τῶν ἐναντίων δὲ λυποῦνται,
ὥστε τῆς βουλήσεως σημεῖον αἱ λῦπαι καὶ αἱ ἡδοναί. καὶ οἷς
δὴ ταὐτὰ ἀγαθὰ καὶ κακά, καὶ οἱ τοῖς αὐτοῖς φίλοι καὶ οἱ τοῖς
αὐτοῖς ἐχθροί· ταὐτὰ γὰρ τούτοις βούλεσθαι ἀνάγκη, ὥστε
(10) ἅπερ αὑτῷ καὶ ἄλλῳ βουλόμενος τούτῳ φαίνεται φίλος εἶναι.
καὶ τοὺς πεποιηκότας εὖ φιλοῦσιν, ἢ αὐτοὺς ἢ ὧν κήδονται,
ἢ εἰ μεγάλα, ἢ εἰ προθύμως, ἢ εἰ ἐν τοιούτοις καιροῖς, καὶ
αὐτῶν ἕνεκα, ἢ οὓς ἂν οἴωνται βούλεσθαι ποιεῖν εὖ. καὶ τοὺς
τῶν φίλων φίλους καὶ φιλοῦντας οὓς αὐτοὶ φιλοῦσιν. καὶ τοὺς
(15) φιλουμένους ὑπὸ τῶν φιλουμένων αὐτοῖς. καὶ τοὺς τοῖς
αὐτοῖς ἐχθροὺς καὶ μισοῦντας οὓς αὐτοὶ μισοῦσιν, καὶ τοὺς
μισουμένους ὑπὸ τῶν αὐτοῖς μισουμένων· πᾶσιν γὰρ τούτοις
τὰ αὐτὰ ἀγαθὰ φαίνεται εἶναι καὶ αὐτοῖς, ὥστε βούλεσθαι τὰ
αὐτοῖς ἀγαθά, ὅπερ ἦν τοῦ φίλου. ἔτι τοὺς εὐποιητικοὺς εἰς
(20) χρήματα καὶ εἰς σωτηρίαν· διὸ τοὺς ἐλευθερίους καὶ ἀνδρείους
τιμῶσι καὶ τοὺς δικαίους· τοιούτους δ’ ὑπολαμβάνουσι τοὺς
μὴ ἀφ’ ἑτέρων ζῶντας· τοιοῦτοι δ’ οἱ ἀπὸ τοῦ ἐργάζεσθαι, καὶ
τούτων οἱ ἀπὸ γεωργίας, καὶ τῶν ἄλλων οἱ αὐτουργοὶ μάλιστα.
καὶ τοὺς σώφρονας, ὅτι οὐκ ἄδικοι. καὶ τοὺς ἀπράγμονας
(25) διὰ τὸ αὐτό. καὶ οἷς βουλόμεθα φίλοι εἶναι, ἂν φαίνωνται
βουλόμενοι· εἰσὶ δὲ τοιοῦτοι οἵ τ’ ἀγαθοὶ κατ’ ἀρετὴν καὶ οἱ
εὐδόκιμοι ἢ ἐν ἅπασιν ἢ ἐν τοῖς βελτίστοις ἢ ἐν τοῖς θαυ-
μαζομένοις ὑφ’ αὑτῶν ἢ ἐν τοῖς θαυμάζουσιν αὐτούς. ἔτι
τοὺς ἡδεῖς συνδιαγαγεῖν καὶ συνδιημερεῦσαι· τοιοῦτοι δ’
(30) οἱ εὔκολοι καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων καὶ μὴ
φιλόνικοι μηδὲ δυσέριδες (πάντες γὰρ οἱ τοιοῦτοι μαχη-
τικοί, οἱ δὲ μαχόμενοι τἀναντία φαίνονται βούλεσθαι), καὶ
οἱ ἐπιδέξιοι καὶ τῷ τωθάσαι καὶ τῷ ὑπομεῖναι· ἐπὶ ταὐτὸ γὰρ
ἀμφοτέρως σπεύδουσι τῷ πλησίον, δυνάμενοί τε σκώπτεσθαι
(35) καὶ ἐμμελῶς σκώπτοντες. καὶ τοὺς ἐπαινοῦντας τὰ ὑπ-
άρχοντα ἀγαθά, καὶ τούτων μάλιστα ἃ φοβοῦνται μὴ ὑπ-
[1381b] άρχειν αὐτοῖς. καὶ τοὺς καθαρείους περὶ ὄψιν, περὶ ἀμπεχόνην,
περὶ ὅλον τὸν βίον. καὶ τοὺς μὴ ὀνειδιστὰς μήτε τῶν ἁμαρ-
τημάτων μήτε τῶν εὐεργετημάτων· ἀμφότεροι γὰρ ἐλεγ-
κτικοί. καὶ τοὺς μὴ μνησικακοῦντας, μηδὲ φυλακτικοὺς τῶν
(5) ἐγκλημάτων, ἀλλ’ εὐκαταλλάκτους· οἵους γὰρ ἂν ὑπολαμ-
βάνωσιν εἶναι πρὸς τοὺς ἄλλους, καὶ πρὸς αὑτοὺς οἴονται.
καὶ τοὺς μὴ κακολόγους μηδὲ εἰδότας μήτε τὰ τῶν πλησίον
κακὰ μήτε τὰ αὐτῶν, ἀλλὰ τἀγαθά· ὁ γὰρ ἀγαθὸς ταῦτα
δρᾷ. καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς ὀργιζομένοις ἢ σπουδά-
(10) ζουσιν· μαχητικοὶ γὰρ οἱ τοιοῦτοι. καὶ τοὺς πρὸς αὐτοὺς
σπουδαίως πως ἔχοντας, οἷον θαυμάζοντας αὐτοὺς καὶ σπου-
δαίους ὑπολαμβάνοντας καὶ χαίροντας αὐτοῖς, καὶ ταῦτα
μάλιστα πεπονθότας περὶ ἃ μάλιστα βούλονται αὐτοὶ ἢ
θαυμάζεσθαι ἢ σπουδαῖοι δοκεῖν εἶναι ἢ ἡδεῖς. καὶ τοὺς
(15) ὁμοίους καὶ ταὐτὰ ἐπιτηδεύοντας, ἐὰν μὴ παρενοχλῶσι μηδ’
ἀπὸ ταὐτοῦ ᾖ ὁ βίος· γίγνεται γὰρ οὕτω τὸ «κεραμεὺς κεραμεῖ».
καὶ τοὺς τῶν αὐτῶν ἐπιθυμοῦντας, ὧν ἐνδέχεται ἅμα μετ-
έχειν αὐτούς· εἰ δὲ μή, ταὐτὸ καὶ οὕτω συμβαίνει. καὶ
πρὸς οὓς οὕτως ἔχουσιν ὥστε μὴ αἰσχύνεσθαι τὰ πρὸς
(20) δόξαν, μὴ καταφρονοῦντες. καὶ πρὸς οὓς αἰσχύνονται τὰ
πρὸς ἀλήθειαν. καὶ πρὸς οὓς φιλοτιμοῦνται, ἢ ὑφ’ ὧν
ζηλοῦσθαι βούλονται καὶ μὴ φθονεῖσθαι, τούτους ἢ φιλοῦσιν
ἢ βούλονται φίλοι εἶναι. καὶ οἷς ἂν τἀγαθὰ συμπράττωσιν,
ἐὰν μὴ μέλλῃ αὐτοῖς ἔσεσθαι μείζω κακά. καὶ οἳ ὁμοίως
(25) καὶ τοὺς ἀπόντας καὶ τοὺς παρόντας φιλοῦσιν· διὸ καὶ τοὺς
περὶ τοὺς τεθνεῶτας τοιούτους πάντες φιλοῦσιν. καὶ ὅλως
τοὺς σφόδρα φιλοφίλους καὶ μὴ ἐγκαταλείποντας· μάλιστα
γὰρ φιλοῦσι τῶν ἀγαθῶν τοὺς φιλεῖν ἀγαθούς. καὶ τοὺς μὴ
πλαττομένους πρὸς αὐτούς· τοιοῦτοι δὲ οἱ καὶ τὰ φαῦλα τὰ
(30) ἑαυτῶν λέγοντες· εἴρηται γὰρ ὅτι πρὸς τοὺς φίλους τὰ πρὸς
δόξαν οὐκ αἰσχυνόμεθα· εἰ οὖν ὁ αἰσχυνόμενος μὴ φιλεῖ,
ὁ μὴ αἰσχυνόμενος φιλοῦντι ἔοικεν. καὶ τοὺς μὴ φοβερούς,
καὶ οὓς θαρροῦμεν· οὐδεὶς γὰρ ὃν φοβεῖται φιλεῖ.

    εἴδη δὲ φιλίας ἑταιρεία οἰκειότης συγγένεια καὶ ὅσα τοιαῦτα.
(35) ποιητικὰ δὲ φιλίας χάρις καὶ τὸ μὴ δεηθέντος ποιῆσαι καὶ
τὸ ποιήσαντα μὴ δηλῶσαι· αὐτοῦ γὰρ οὕτως ἕνεκα φαίνεται
καὶ οὐ διά τι ἕτερον.

    [1382a] περὶ δ’ ἔχθρας καὶ τοῦ μισεῖν φανερὸν ὡς ἐκ τῶν ἐναν-
τίων ἔστι θεωρεῖν. ποιητικὰ δὲ ἔχθρας ὀργή, ἐπηρεασμός, δια-
βολή. ὀργὴ μὲν οὖν ἐστιν ἐκ τῶν πρὸς αὑτόν, ἔχθρα δὲ καὶ
ἄνευ τοῦ πρὸς αὑτόν· ἂν γὰρ ὑπολαμβάνωμεν εἶναι τοιόνδε,
(5) μισοῦμεν. καὶ ἡ μὲν ὀργὴ ἀεὶ περὶ τὰ καθ’ ἕκαστα, οἷον Καλ-
λίᾳ ἢ Σωκράτει, τὸ δὲ μῖσος καὶ πρὸς τὰ γένη· τὸν γὰρ κλέ-
πτην μισεῖ καὶ τὸν συκοφάντην ἅπας. καὶ τὸ μὲν ἰατὸν
χρόνῳ, τὸ δ’ ἀνίατον. καὶ τὸ μὲν λύπης ἔφεσις, τὸ δὲ κακοῦ·
αἴσθεσθαι γὰρ βούλεται ὁ ὀργιζόμενος, τῷ δ’ οὐδὲν διαφέρει.
(10) ἔστι δὲ τὰ μὲν λυπηρὰ αἰσθητὰ πάντα, τὰ δὲ μάλιστα κακὰ
ἥκιστα αἰσθητά, ἀδικία καὶ ἀφροσύνη· οὐδὲν γὰρ λυπεῖ ἡ
παρουσία τῆς κακίας. καὶ τὸ μὲν μετὰ λύπης, τὸ δ’ οὐ
μετὰ λύπης· ὁ μὲν γὰρ ὀργιζόμενος λυπεῖται, ὁ δὲ μισῶν οὔ.
καὶ ὁ μὲν πολλῶν ἂν γενομένων ἐλεήσειεν, ὁ δ’ οὐδενός· ὁ μὲν
(15) γὰρ ἀντιπαθεῖν βούλεται ᾧ ὀργίζεται, ὁ δὲ μὴ εἶναι.

    φανερὸν οὖν ἐν τούτων ὅτι ἐνδέχεται ἐχθροὺς καὶ φίλους
καὶ ὄντας ἀποδεικνύναι καὶ μὴ ὄντας ποιεῖν καὶ φάσκοντας
διαλύειν, καὶ δι’ ὀργὴν ἢ δι’ ἔχθραν ἀμφισβητοῦντας ἐφ’ ὁπο-
τέραν ἂν προαιρῆταί τις ἄγειν.