Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΦΙΛΟΚΤΗΤΗΣ

ΣΟΦ Φιλ 730–826

Δεύτερο επεισόδιο: Ο Φιλοκτήτης πέφτει σε βαθύ ύπνο ύστερα από μια κρίση της αρρώστιας του
Στο πρώτο επεισόδιο ο Φιλοκτήτης πείστηκε από την ψεύτικη ιστορία του Νεοπτόλεμου για δήθεν αναχώρησή του από την Τροία και τον ικέτευσε να τον πάρει μαζί του. Ανάμεσα στην είσοδο των δύο ηρώων στη σπηλιά για την προετοιμασία της αναχώρησής τους και την έξοδό τους παρενεβλήθη το πρώτο στάσιμο , όπου ο χορός θρήνησε για τις συμφορές που για δέκα χρόνια υπέμενε στωικά ο Φιλοκτήτης, πριν αναφερθεί στο αίσιο τέλος της περιπέτειάς του και την επιστροφή του στην πατρίδα.

(730) ΝΕ. Ἕρπ’, εἰ θέλεις. Τί δή ποθ’ ὧδ’ ἐξ οὐδενὸς
λόγου σιωπᾷς κἀπόπληκτος ὧδ’ ἔχῃ;
ΦΙ. Ἆ, ἆ, ἆ, ἆ.
ΝΕ. Τί ἔστιν; ΦΙ. Οὐδὲν δεινόν. Ἀλλ’ ἴθ’, ὦ τέκνον.
ΝΕ. Μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
(735) ΦΙ. Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ἄρτι κουφίζειν δοκῶ.
Ἰὼ θεοί.
ΝΕ. Τί τοὺς θεοὺς οὕτως ἀναστένων καλεῖς;
ΦΙ. Σωτῆρας αὐτοὺς ἠπίους θ’ ἡμῖν μολεῖν.
Ἆ, ἆ, ἆ, ἆ.
(740) ΝΕ. Τί ποτε πέπονθας; Οὐκ ἐρεῖς, ἀλλ’ ὧδ’ ἔσῃ
σιγηλός; Ἐν κακῷ δέ τῳ φαίνῃ κυρῶν.
ΦΙ. Ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
κρύψαι παρ’ ὑμῖν, ἀτταταῖ· διέρχεται,
διέρχεται. Δύστηνος, ὦ τάλας ἐγώ.
(745) Ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,
ἀπαππαππαῖ, παπᾶ παπᾶ παπᾶ παπαῖ.
Πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου·
(750) Ἴθ’, ὦ παῖ.
ΝΕ. Τί δ’ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
τοσήνδ’ ἰυγὴν καὶ στόνον σαυτοῦ ποῇ;
ΦΙ. Οἶσθ’, ὦ τέκνον. ΝΕ. Τί δ’ ἔστιν; ΦΙ. Οἶσθ’, ὦ παῖ. ΝΕ. Τί σοι;
Οὐκ οἶδα. ΦΙ. Πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
(755) ΝΕ. Δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.
ΦΙ. Δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ’ οἴκτιρέ με.
ΝΕ. Τί δῆτα δράσω; ΦΙ. Μή με ταρβήσας προδῷς·
ἥκει γὰρ αὕτη διὰ χρόνου, πλάνοις ἴσως
ὡς ἐξεπλήσθη. ΝΕ. Ἰὼ ἰὼ δύστηνε σύ,
(760) δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
Βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
ΦΙ. Μὴ δῆτα τοῦτό γ’· ἀλλά μοι τὰ τόξ’ ἑλὼν
τάδ’, ὥσπερ ᾐτοῦ μ’ ἀρτίως, ἕως ἀνῇ
(765) τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
σῷζ’ αὐτὰ καὶ φύλασσε· λαμβάνει γὰρ οὖν
ὕπνος μ’, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ’ ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. Ἢν δὲ τῷδε τῷ χρόνῳ
(770) μόλωσ’ ἐκεῖνοι, πρὸς θεῶν, ἐφίεμαι
ἑκόντα μήτ’ ἄκοντα, μήτε τῳ τέχνῃ
κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ’ ἅμα
κἄμ’, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
ΝΕ. Θάρσει προνοίας οὕνεκ’· οὐ δοθήσεται
(775) πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.
ΦΙ. Ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον,
μή σοι γενέσθαι πολύπον’ αὐτά, μηδ’ ὅπως
ἐμοί τε καὶ τῷ πρόσθ’ ἐμοῦ κεκτημένῳ.
ΝΕ. Ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
(780) πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
ΦΙ. Δέδοικα δ’, ὦ παῖ, μή ἀτελὴς εὐχὴ τύχῃ·
στάζει γὰρ αὖ μοι φοίνιον τόδ’ ἐκ βυθοῦ
κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
(785) Παπαῖ, φεῦ·
παπαῖ μάλ’, ὦ πούς, οἷά μ’ ἐργάσῃ κακά.
Προσέρπει,
προσέρχεται τόδ’ ἐγγύς. Οἴμοι μοι τάλας.
Ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
(790) Ἀτταταῖ.
Ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς
στέρνων ἔχοιτ’ ἄλγησις ἥδε. Φεῦ, παπαῖ,
παπαῖ μάλ’ αὖθις. Ὦ διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ’ ἐμοῦ
(795) τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον;
Ὤμοι μοι.
Ὦ θάνατε θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατ’ ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε;
Ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβών,
(800) τῷ Λημνίῳ τῷδ’ ἀνακαλούμενον πυρὶ
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδ’ ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτ’ ἐπηξίωσα δρᾶν.
Τί φῄς, παῖ;
(805) Τί φῄς; Τί σιγᾷς; Ποῦ ποτ’ ὤν, τέκνον, κυρεῖς;
ΝΕ. Ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
ΦΙ. Ἀλλ’, ὦ τέκνον, καὶ θάρσος ἴσχ’· ὡς ἥδε μοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖ’ ἀπέρχεται.
Ἀλλ’ ἀντιάζω, μή με καταλίπῃς μόνον.
(810) ΝΕ. Θάρσει, μενοῦμεν. ΦΙ. Ἦ μενεῖς; ΝΕ. Σαφῶς φρόνει.
ΦΙ. Οὐ μήν σ’ ἔνορκόν γ’ ἀξιῶ θέσθαι, τέκνον.
ΝΕ. Ὡς οὐ θέμις γ’ ἐμοῦστι σοῦ μολεῖν ἄτερ.
ΦΙ. Ἔμβαλλε χειρὸς πίστιν. ΝΕ. Ἐμβάλλω μενεῖν.
ΦΙ. Ἐκεῖσε νῦν μ’, ἐκεῖσε. ΝΕ. Ποῖ λέγεις; ΦΙ. Ἄνω.
(815) ΝΕ. Τί παραφρονεῖς αὖ; Τί τὸν ἄνω λεύσσεις κύκλον;
ΦΙ. Μέθες, μέθες με. ΝΕ. Ποῖ μεθῶ; ΦΙ. Μέθες ποτέ.
ΝΕ. Οὔ φημ’ ἐάσειν. ΦΙ. Ἀπό μ’ ὀλεῖς, ἢν προσθίγῃς.
ΝΕ. Καὶ δὴ μεθίημ’, εἴ τι δὴ πλέον φρονεῖς.
ΦΙ. Ὦ γαῖα, δέξαι θανάσιμόν μ’ ὅπως ἔχω·
(820) τὸ γὰρ κακὸν τόδ’ οὐκέτ’ ὀρθοῦσθαί μ’ ἐᾷ.
ΝΕ. Τὸν ἄνδρ’ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
μέλαινά τ’ ἄκρου τις παρέρρωγεν ποδὸς
(825) αἱμορραγὴς φλέψ. Ἀλλ’ ἐάσωμεν, φίλοι,
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.