ΦΙ. Ἰὼ ξένοι,
(220) τίνες ποτ’ ἐς γῆν τήνδε ναυτίλῳ πλάτῃ
κατέσχετ’ οὔτ’ εὔορμον οὔτ’ οἰκουμένην;
Ποίας πάτρας ἂν ἢ γένους ὑμᾶς ποτε
τύχοιμ’ ἂν εἰπών; Σχῆμα μὲν γὰρ Ἑλλάδος
στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·
(225) φωνῆς δ’ ἀκοῦσαι βούλομαι· καὶ μή μ’ ὄκνῳ
δείσαντες ἐκπλαγῆτ’ ἀπηγριωμένον,
ἀλλ’ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
ἔρημον ὧδε κἄφιλον, κακούμενον
φωνήσατ’, εἴπερ ὡς φίλοι προσήκετε.
(230) Ἀλλ’ ἀνταμείψασθ’· οὐ γὰρ εἰκὸς οὔτ’ ἐμὲ
ὑμῶν ἁμαρτεῖν τοῦτό γ’ οὔθ’ ὑμᾶς ἐμοῦ.
ΝΕ. Ἀλλ’, ὦ ξέν’, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.
ΦΙ. Ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν
(235) πρόσφθεγμα τοιοῦδ’ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.
Τίς σ’, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
Γέγωνέ μοι πᾶν τοῦθ’, ὅπως εἰδῶ τίς εἶ.
ΝΕ. Ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου
(240) Σκύρου· πλέω δ’ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς
Ἀχιλλέως, Νεοπτόλεμος· οἶσθ’ ἤδη τὸ πᾶν.
ΦΙ. Ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,
ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
στόλῳ προσέσχες τήνδε γῆν; Πόθεν πλέων;
(245) ΝΕ. Ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.
ΦΙ. Πῶς εἶπας; Οὐ γὰρ δὴ σύ γ’ ἦσθα ναυβάτης
ἡμῖν κατ’ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
ΝΕ. Ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
ΦΙ. Ὦ τέκνον, οὐ γὰρ οἶσθά μ’ ὅντιν’ εἰσορᾷς;
(250) ΝΕ. Πῶς γὰρ κάτοιδ’ ὅν γ’ εἶδον οὐδεπώποτε;
ΦΙ. Οὐδ’ ὄνομα τοὐμὸν οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
ᾔσθου ποτ’ οὐδέν, οἷς ἐγὼ διωλλύμην;
ΝΕ. Ὡς μηδὲν εἰδότ’ ἴσθι μ’ ὧν ἀνιστορεῖς.
ΦΙ. Ὦ πόλλ’ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,
(255) οὗ μηδὲ κληδὼν ὧδ’ ἔχοντος οἴκαδε
μηδ’ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
Ἀλλ’ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
γελῶσι σῖγ’ ἔχοντες, ἡ δ’ ἐμὴ νόσος
ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
(260) Ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδ’ εἴμ’ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ
(265) ἔρριψαν αἰσχρῶς ὧδ’ ἐρῆμον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῇδ’, ἀνδροφθόρου
πληγέντ’ ἐχίδνης ἀγρίῳ χαράγματι,
ξὺν ᾗ μ’ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντ’ ἐρῆμον, ἡνίκ’ ἐκ τῆς ποντίας
(270) Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
Τότ’ ἄσμενοί μ’ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντ’ ἐπ’ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθ’, οἷα φωτὶ δυσμόρῳ
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
(275) ἐπωφέλημα σμικρόν, οἷ’ αὐτοῖς τύχοι.
Σὺ δή, τέκνον, ποίαν μ’ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
Ποῖ’ ἐκδακρῦσαι, ποῖ’ ἀποιμῶξαι κακά;
Ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
(280) πάσας βεβώσας, ἄνδρα δ’ οὐδέν’ ἔντοπον,
οὐχ ὅστις ἀρκέσειεν, οὐδ’ ὅστις νόσου
κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
(285) Ὁ μὲν χρόνος δὴ διὰ χρόνου προὔβαινέ μοι,
κἄδει τι βαιᾷ τῇδ’ ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδ’ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθ’ ὅ μοι βάλοι
(290) νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
εἰλυόμην, δύστηνον ἐξέλκων πόδα
πρὸς τοῦτ’ ἄν· εἴ τ’ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτ’ ἂν ἐξέρπων τάλας
(295) ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί.
Οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντ’ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
(300) Φέρ’, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
Ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
οὐ γάρ τις ὅρμος ἔστιν, οὐδ’ ὅποι πλέων
ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
Οὐκ ἐνθάδ’ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
(305) Τάχ’ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε
ἐν τῷ μακρῷ γένοιτ’ ἂν ἀνθρώπων χρόνῳ.
Οὗτοί μ’, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν·
(310) ἐκεῖνο δ’ οὐδείς, ἡνίκ’ ἂν μνησθῶ, θέλει,
σῶσαί μ’ ἐς οἴκους, ἀλλ’ ἀπόλλυμαι τάλας
ἔτος τόδ’ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
Τοιαῦτ’ Ἀτρεῖδαί μ’ ἥ τ’ Ὀδυσσέως βία,
(315) ὦ παῖ, δεδράκασ’· οἷ’ Ὀλύμπιοι θεοὶ
δοῖέν ποτ’ αὐτοῖς ἀντίποιν’ ἐμοῦ παθεῖν.
ΧΟ. Ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
ΝΕ. Ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
(320) ὡς εἴσ’ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν
ἀνδρῶν Ἀτρειδῶν τῆς τ’ Ὀδυσσέως βίας.
ΦΙ. Ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
ἔγκλημ’ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
ΝΕ. Θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
(325) ἵν’ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ’ ὅτι
χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
ΦΙ. Εὖ γ’, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
χόλον κατ’ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
ΝΕ. Ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ’ ἐρῶ,
(330) ἅγωγ’ ὑπ’ αὐτῶν ἐξελωβήθην μολών.
Ἐπεὶ γὰρ ἔσχε μοῖρ’ Ἀχιλλέα θανεῖν,
ΦΙ. Οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
πρῶτον τόδ’· ἦ τέθνηχ’ ὁ Πηλέως γόνος;
ΝΕ. Τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ’ ὕπο,
(335) τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
ΦΙ. Ἀλλ’ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών.
Ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
πάθημ’ ἐλέγχω πρῶτον, ἢ κεῖνον στένω.
ΝΕ. Οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ’, ὦ τάλας,
(340) ἀλγήμαθ’, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
ΦΙ. Ὀρθῶς ἔλεξας. Τοιγαροῦν τὸ σὸν φράσον
αὖθις πάλιν μοι πρᾶγμ’ ὅπως σ’ ἐνύβρισαν.
ΝΕ. Ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
δῖός τ’ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
(345) λέγοντες, εἴτ’ ἀληθὲς εἴτ’ ἄρ’ οὖν μάτην,
ὡς οὐ θέμις γίγνοιτ’, ἐπεὶ κατέφθιτο
πατὴρ ἐμός, τὰ πέργαμ’ ἄλλον ἢ ’μ’ ἑλεῖν.
Ταῦτ’, ὦ ξέν’, οὕτως ἐννέποντες οὐ πολὺν
χρόνον μ’ ἐπέσχον μή με ναυστολεῖν ταχύ,
(350) μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,
ὅπως ἴδοιμ’ ἄθαπτον· οὐ γὰρ εἰδόμην·
ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,
εἰ τἀπὶ Τροίᾳ πέργαμ’ αἱρήσοιμ’ ἰών.
Ἦν δ’ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
(355) κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
κατηγόμην· καί μ’ εὐθὺς ἐν κύκλῳ στρατὸς
ἐκβάντα πᾶς ἠσπάζετ’, ὀμνύντες βλέπειν
τὸν οὐκέτ’ ὄντα ζῶντ’ Ἀχιλλέα πάλιν.
Κεῖνος μὲν οὖν ἔκειτ’· ἐγὼ δ’ ὁ δύσμορος,
(360) ἐπεὶ ’δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
τά θ’ ὅπλ’ ἀπῄτουν τοῦ πατρὸς τά τ’ ἄλλ’ ὅσ’ ἦν.
Οἱ δ’ εἶπον, οἴμοι, τλημονέστατον λόγον,
ὦ σπέρμ’ Ἀχιλλέως, τἆλλα μὲν πάρεστί σοι
(365) πατρῷ’ ἑλέσθαι, τῶν δ’ ὅπλων κείνων ἀνὴρ
ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
Κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω
ὦ σχέτλι’, ἦ ’τολμήσατ’ ἀντ’ ἐμοῦ τινι
(370) δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
Ὁ δ’ εἶπ’ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
ναί, παῖ, δεδώκασ’ ἐνδίκως οὗτοι τάδε·
ἐγὼ γὰρ αὔτ’ ἔσωσα κἀκεῖνον παρών.
Κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
(375) τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,
εἰ τἀμὰ κεῖνος ὅπλ’ ἀφαιρήσοιτό με.
Ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ’ ἠμείψατο·
οὐκ ἦσθ’ ἵν’ ἡμεῖς, ἀλλ’ ἀπῆσθ’ ἵν’ οὔ σ’ ἔδει.
(380) Καὶ ταῦτ’, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,
οὐ μή ποτ’ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
Τοιαῦτ’ ἀκούσας κἀξονειδισθεὶς κακὰ
πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
(385) Κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·
πόλις γὰρ ἔστι πᾶσα τῶν ἡγουμένων
στρατός τε σύμπας· οἱ δ’ ἀκοσμοῦντες βροτῶν
διδασκάλων λόγοισι γίγνονται κακοί.
Λόγος λέλεκται πᾶς· ὁ δ’ Ἀτρείδας στυγῶν
(390) ἐμοί θ’ ὁμοίως καὶ θεοῖς εἴη φίλος.
ΧΟ. Ὀρεστέρα παμβῶτι Γᾶ,
μᾶτερ αὐτοῦ Διός,
ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
(395) σὲ κἀκεῖ, μᾶτερ πότνι’, ἐπηυδώμαν,
ὅτ’ ἐς τόνδ’ Ἀτρειδᾶν
ὕβρις πᾶσ’ ἐχώρει,
ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
(400) ἰὼ μάκαιρα ταυρο-
κτόνων λεόντων ἔφε-
δρε, τῷ Λαρτίου, σέβας ὑπέρτατον.
ΦΙ. Ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
(405) καί μοι προσᾴδεθ’ ὥστε γιγνώσκειν ὅτι
ταῦτ’ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
Ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ’ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
(410) Ἀλλ’ οὔ τι τοῦτο θαῦμ’ ἔμοιγ’, ἀλλ’ εἰ παρὼν
Αἴας ὁ μείζων ταῦθ’ ὁρῶν ἠνείχετο.
ΝΕ. Οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν’· οὐ γὰρ ἄν ποτε
ζῶντός γ’ ἐκείνου ταῦτ’ ἐσυλήθην ἐγώ.
ΦΙ. Πῶς εἶπας; Ἀλλ’ ἦ χοὖτος οἴχεται θανών;
(415) ΝΕ. Ὡς μηκέτ’ ὄντα κεῖνον ἐν φάει νόει.
ΦΙ. Οἴμοι τάλας. Ἀλλ’ οὐχ ὁ Τυδέως γόνος,
οὐδ’ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι. Τούσδε γὰρ μὴ ζῆν ἔδει.
ΝΕ. Οὐ δῆτ’· ἐπίστω τοῦτό γ’· ἀλλὰ καὶ μέγα
(420) θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
ΦΙ. Τί δ’; Οὐδ’ ὁ παλαιὸς κἀγαθὸς φίλος τ’ ἐμός,
Νέστωρ ὁ Πύλιος ἔστιν; Οὗτος γὰρ τά γε
κείνων κάκ’ ἐξήρυκε, βουλεύων σοφά.
ΝΕ. Κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
(425) Ἀντίλοχος αὐτῷ φροῦδος ὅς παρῆν γόνος.
ΦΙ. Οἴμοι, δύ’ αὖ τώδ’ ἐξέδειξας οἷν ἐγὼ
ἥκιστ’ ἂν ἠθέλησ’ ὀλωλότοιν κλύειν.
Φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ’ οἵδε μὲν
τεθνᾶσ’, Ὀδυσσεὺς δ’ ἔστιν αὖ κἀνταῦθ’ ἵνα
(430) χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
ΝΕ. Σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἰ σοφαὶ
γνῶμαι, Φιλοκτῆτ’, ἐμποδίζονται θαμά.
ΦΙ. Φέρ’ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
(435) ΝΕ. Χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σ’ ἐν βραχεῖ
τοῦτ’ ἐκδιδάξω. Πόλεμος οὐδέν’ ἄνδρ’ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
ΦΙ. Ξυμμαρτυρῶ σοι· καὶ κατ’ αὐτὸ τοῦτό γε
ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
(440) γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
ΝΕ. Ποίου δὲ τούτου πλήν γ’ Ὀδυσσέως ἐρεῖς;
ΦΙ. Οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
ὃς οὐκ ἂν εἵλετ’ εἰσάπαξ εἰπεῖν, ὅπου
μηδεὶς ἐῴη· τοῦτον οἶσθ’ εἰ ζῶν κυρεῖ;
(445) ΝΕ. Οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ’ ἔτ’ ὄντα νιν.
ΦΙ. Ἔμελλ’· ἐπεὶ οὐδέν πω κακόν γ’ ἀπώλετο,
ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσ’ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
(450) δίκαια καὶ τὰ χρήστ’ ἀποστέλλουσ’ ἀεί.
Ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ’ αἰνεῖν, ὅταν
τὰ θεῖ’ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
ΝΕ. Ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τ’ Ἴλιον
(455) καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·
ὅπου θ’ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
(460) ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
Νῦν δ’ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
χαῖρ’ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
νόσου μεταστήσειαν ὡς αὐτὸς θέλεις.
Ἡμεῖς δ’ ἴωμεν, ὡς ὁπηνίκ’ ἂν θεὸς
(465) πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ’ ὁρμώμεθα.
ΦΙ. Ἤδη, τέκνον, στέλλεσθε; ΝΕ. Καιρὸς γὰρ καλεῖ
πλοῦν μὴ ’ξ ἀπόπτου μᾶλλον ἢ ’γγύθεν σκοπεῖν.
ΦΙ. Πρός νύν σε πατρός, πρός τε μητρός, ὦ τέκνον,
πρός τ’ εἴ τί σοι κατ’ οἶκόν ἐστι προσφιλές,
(470) ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον,
ἔρημον ἐν κακοῖσι τοῖσδ’ οἵοις ὁρᾷς
ὅσοισί τ’ ἐξήκουσας ἐνναίοντά με·
ἀλλ’ ἐν παρέργῳ θοῦ με. Δυσχέρεια μέν,
ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
(475) ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι
τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
Σοὶ δ’, ἐκλιπόντι τοῦτ’, ὄνειδος οὐ καλόν,
δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
ἐὰν μόλω ’γὼ ζῶν πρὸς Οἰταίαν χθόνα.
(480) Ἴθ’· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς,
τόλμησον, ἐμβαλοῦ μ’ ὅπῃ θέλεις ἄγων,
ἐς ἀντλίαν, ἐς πρῷραν, ἐς πρύμνην, ὅπου
ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
Νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
(485) πείσθητι. Προσπίτνω σε γόνασι, καίπερ ὢν
ἀκράτωρ ὁ τλήμων, χωλός. Ἀλλὰ μή μ’ ἀφῇς
ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
ἀλλ’ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ’ ἄγων,
ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·
(490) κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος
Τραχινίαν τε δειράδ’ ἢ τὸν εὔροον
Σπερχειὸν ἔσται, πατρί μ’ ὡς δείξῃς φίλῳ,
ὃν δὴ παλαιὸν ἐξότου δέδοικ’ ἐγὼ
μή μοι βεβήκῃ. Πολλὰ γὰρ τοῖς ἱγμένοις
(495) ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,
αὐτόστολον πέμψαντά μ’ ἐκσῶσαι δόμους.
Ἀλλ’ ἢ τέθνηκεν, ἢ τὰ τῶν διακόνων,
ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρει
ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον.
(500) Νῦν δ’, ἐς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον
ἥκω, σὺ σῶσον, σύ μ’ ἐλέησον, εἰσορῶν
ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θἄτερα.
Χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δείν’ ὁρᾶν,
(505) χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον
σκοπεῖν μάλιστα μὴ διαφθαρεὶς λάθῃ.
ΧΟ. Οἴκτιρ’, ἄναξ· πολλῶν ἔλε-
ξεν δυσοίστων πόνων
ἆθλ’, ὅσσα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
(510) Εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,
ἐγὼ μέν, τὸ κείνων
κακὸν τῷδε κέρδος
(515) μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,
ἐπ’ εὐστόλου ταχείας
νεὼς πορεύσαιμ’ ἂν ἐς
δόμους, τὰν ἐκ θεῶν νέμεσιν ἐκφυγών.
ΝΕ. Ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
(520) ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
τότ’ οὐκέθ’ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
ΧΟ. Ἥκιστα· τοῦτ’ οὐκ ἔσθ’ ὅπως ποτ’ εἰς ἐμὲ
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
ΝΕ. Ἀλλ’ αἰσχρὰ μέντοι σοῦ γέ μ’ ἐνδεέστερον
(525) ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
Ἀλλ’ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς,
χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
Μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
ἡμᾶς ὅποι τ’ ἐνθένδε βουλοίμεσθα πλεῖν.
(530) ΦΙ. Ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ’ ἀνήρ,
φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
ἔργῳ γενοίμην, ὥς μ’ ἔθεσθε προσφιλῆ.
Ἴωμεν, ὦ παῖ, προσκύσαντε γῆν ἔσω
ἄοικον εἰς οἴκησιν, ὥς με καὶ μάθῃς
(535) ἀφ’ ὧν διέζων, ὥς τ’ ἔφυν εὐκάρδιος.
Οἶμαι γὰρ οὐδ’ ἂν ὄμμασιν μόνην θέαν
ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
ἐγὼ δ’ ἀνάγκῃ προὔμαθον στέργειν κακά.
ΧΟ. Ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
(540) ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ’ ἀλλόθρους,
χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
ΕΜ. Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
ἐκέλευσ’ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
(545) ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
Πλέων γάρ, ὡς ναύκληρος, οὐ πολλῷ στόλῳ
ἀπ’ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
(550) σοὶ πάντες εἶεν συννεναυστοληκότες,
ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
τὸν πλοῦν ποεῖσθαι προστυχόντι τῶν ἴσων.
Οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
(555) βουλεύματ’ ἐστί, κοὐ μόνον βουλεύματα,
ἀλλ’ ἔργα δρώμεν’, οὐκέτ’ ἐξαργούμενα.
ΝΕ. Ἀλλ’ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
φράσον δ’ ἅπερ γ’ ἔλεξας, ὡς μάθω τί μοι
(560) νεώτερον βούλευμ’ ἀπ’ Ἀργείων ἔχεις.
ΕΜ. Φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
ΝΕ. Ὡς ἐκ βίας μ’ ἄξοντες ἢ λόγοις πάλιν;
ΕΜ. Οὐκ οἶδ’. Ἀκούσας δ’ ἄγγελος πάρειμί σοι.
(565) ΝΕ. Ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται
οὕτω καθ’ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
ΕΜ. Ὡς ταῦτ’ ἐπίστω δρώμεν’ οὐ μέλλοντ’ ἔτι.
ΝΕ. Πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ’ οὐκ αὐτάγγελος
πλεῖν ἦν ἕτοιμος; Ἤ φόβος τις εἶργέ νιν;
(570) ΕΜ. Κεῖνός γ’ ἐπ’ ἄλλον ἄνδρ’ ὁ Τυδέως τε παῖς
ἔστελλον, ἡνίκ’ ἐξανηγόμην ἐγώ.
ΝΕ. Πρὸς ποῖον αὖ τόνδ’ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
ΕΜ. Ἦν δή τις —ἀλλὰ τόνδε μοι πρῶτον φράσον
τίς ἐστιν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
(575) ΝΕ. Ὅδ’ ἔσθ’ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.
ΕΜ. Μή νύν μ’ ἔρῃ τὰ πλείον’, ἀλλ’ ὅσον τάχος
ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
ΦΙ. Τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
διεμπολᾷ λόγοισι πρός σ’ ὁ ναυβάτης;
(580) ΝΕ. Οὐκ οἶδά πω τί φησι· δεῖ δ’ αὐτὸν λέγειν
ἐς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
ΕΜ. Ὦ σπέρμ’ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
λέγονθ’ ἃ μὴ δεῖ· πόλλ’ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά θ’, οἷ’ ἀνὴρ πένης.
(585) ΝΕ. Ἐγώ εἰμ’ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
φίλος μέγιστος, οὕνεκ’ Ἀτρείδας στυγεῖ.
Δεῖ δή σ’, ἔμοιγ’ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδέν’ ὧν ἀκήκοας.
ΕΜ. Ὅρα τί ποιεῖς, παῖ. ΝΕ. Σκοπῶ κἀγὼ πάλαι.
(590) ΕΜ. Σὲ θήσομαι τῶνδ’ αἴτιον. ΝΕ. Ποιοῦ λέγων.
ΕΜ. Λέγω. Ἐπὶ τοῦτον ἄνδρε τώδ’ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τ’ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος.
(595) Καὶ ταῦτ’ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θἀτέρου δράσειν τάδε.
ΝΕ. Τίνος δ’ Ἀτρεῖδαι τοῦδ’ ἄγαν οὕτω χρόνῳ
τοσῷδ’ ἐπεστρέφοντο πράγματος χάριν,
(600) ὅν γ’ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
Τίς ὁ πόθος αὐτοὺς ἵκετ’, ἢ θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργ’ ἀμύνουσιν κακά;
ΕΜ. Ἐγὼ σὲ τοῦτ’, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. Μάντις ἦν τις εὐγενής,
(605) Πριάμου μὲν υἱός, ὄνομα δ’ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος
ὁ πάντ’ ἀκούων αἰσχρὰ καὶ λωβήτ’ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τ’ ἄγων
ἔδειξ’ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
(610) ὃς δὴ τά τ’ ἄλλ’ αὐτοῖσι πάντ’ ἐθέσπισε,
καὶ τἀπὶ Τροίᾳ πέργαμ’ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ’ ἐφ’ ἧς ναίει τὰ νῦν.
Καὶ ταῦθ’ ὅπως ἤκουσ’ ὁ Λαέρτου τόκος
(615) τὸν μάντιν εἰπόντ’, εὐθέως ὑπέσχετο
τὸν ἄνδρ’ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθ’ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ’, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
(620) Ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι.
ΦΙ. Οἴμοι τάλας. Ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
ἔμ’ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
Πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
(625) πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
ΕΜ. Οὐκ οἶδ’ ἐγὼ ταῦτ’· ἀλλ’ ἐγὼ μὲν εἶμ’ ἐπὶ
ναῦν, σφῷν δ’ ὅπως ἄριστα συμφέροι θεός.
ΦΙ. Οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου
ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς
(630) δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις;
Οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμ’ ἐχίδνης, ἥ μ’ ἔθηκεν ὧδ’ ἄπουν.
Ἀλλ’ ἔστ’ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά· καὶ νῦν οἶδ’ ὁθούνεχ’ ἵξεται.
(635) Ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
Ἴωμεν· ἥ τοι καίριος σπουδή πόνου
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
ΝΕ. Οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
(640) τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.
ΦΙ. Ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά.
ΝΕ. Οὔκ· ἀλλὰ κἀκείνοισι ταῦτ’ ἐναντία.
ΦΙ. Οὐκ ἔστι λῃσταῖς πνεῦμ’ ἐναντιούμενον,
ὅταν παρῇ κλέψαι τε χἀρπάσαι βίᾳ.
(645) ΝΕ. Ἀλλ’ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
ὅτου σε χρεία καὶ πόθος μάλιστ’ ἔχει.
ΦΙ. Ἀλλ’ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
ΝΕ. Τί τοῦθ’ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
ΦΙ. Φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστ’ ἀεὶ
(650) κοιμῶ τόδ’ ἕλκος, ὥστε πραΰνειν πάνυ.
ΝΕ. Ἀλλ’ ἔκφερ’ αὐτό· τί γὰρ ἔτ’ ἄλλ’ ἐρᾷς λαβεῖν;
ΦΙ. Εἴ μοί τι τόξων τῶνδ’ ἀπημελημένον
παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
ΝΕ. Ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ’ ἃ νῦν ἔχεις;
(655) ΦΙ. Ταῦτ’ οὐ γὰρ ἄλλα γ’ ἔσθ’ ἃ βαστάζω χεροῖν.
ΝΕ. Ἆρ’ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν,
καὶ βαστάσαι με προσκύσαι θ’ ὥσπερ θεόν;
ΦΙ. Σοί γ’, ὦ τέκνον, καὶ τοῦτο κἆλλο τῶν ἐμῶν
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
(660) ΝΕ. Καὶ μὴν ἐρῶ γε· τὸν δ’ ἔρωθ’ οὕτως ἔχω·
εἴ μοι θέμις, θέλοιμ’ ἄν· εἰ δὲ μή, πάρες.
ΦΙ. Ὅσιά τε φωνεῖς ἔστι τ’, ὦ τέκνον, θέμις,
ὅς γ’ ἡλίου τόδ’ εἰσορᾶν ἐμοὶ φάος
μόνος δέδωκας, ὃς χθόν’ Οἰταίαν ἰδεῖν,
(665) ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
ἐχθρῶν ἔνερθεν ὄντ’ ἀνέστησάς μ’ ὕπερ.
Θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδ’ ἐπιψαῦσαι μόνον·
(670) εὐεργετῶν γὰρ καὐτὸς αὔτ’ ἐκτησάμην.
ΝΕ. Οὐκ ἄχθομαί σ’ ἰδών τε καὶ λαβὼν φίλον.
Ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτ’ ἂν κτήματος κρείσσων φίλος.
Χωροῖς ἂν εἴσω. ΦΙ. Καὶ σέ γ’ εἰσάξω· τὸ γὰρ
(675) νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
|