Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΦΙΛΟΚΤΗΤΗΣ

ΣΟΦ Φιλ 1–134

Πρόλογος: Το σχέδιο του Οδυσσέα
Οι Αχαιοί είχαν εγκαταλείψει στη Λήμνο τον Φιλοκτήτη, γιο του Ποίαντα και βασιλιά της Μαλίδας, μετά το δάγκωμα ενός φιδιού, που του προκάλεσε φοβερούς πόνους και μια εξαιρετικά δύσοσμη πληγή. Δέκα χρόνια αργότερα ο αιχμάλωτος Τρώας μάντης, ο Έλενος, προφήτευσε ότι για την άλωση της Τροίας ήταν απαραίτητη η συνδρομή του Φιλοκτήτη, που είχε στην κατοχή του το περίφημο τόξο του Ηρακλή. Έτσι, ο Οδυσσέας και ο γιος του Αχιλλέα, ο Νεοπτόλεμος, ανέλαβαν την αποστολή να τον οδηγήσουν στην Τροία.

ΟΔ. Ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
Λήμνου, βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη,
ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
(5) Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε,
ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
νόσῳ καταστάζοντα διαβόρῳ πόδα·
ὅτ’ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ ἀγρίαις
(10) κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,
βοῶν, στενάζων. Ἀλλὰ ταῦτα μὲν τί δεῖ
λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
μὴ καὶ μάθῃ μ’ ἥκοντα κἀκχέω τὸ πᾶν
σόφισμα τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ.
(15) Ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν,
σκοπεῖν θ’ ὅπου ’στ’ ἐνταῦθα δίστομος πέτρα
τοιάδ’, ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ
πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ ὕπνον
δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή.
(20) Βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν
ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
Ἅ μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἔχει
χῶρον πρὸς αὐτὸν τόνδ’ ἔτ’, εἴτ’ ἄλλῃ κυρεῖ,
ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
(25) ἐγὼ δὲ φράζω, κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ.
ΝΕ. Ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
ΟΔ. Ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
ΝΕ. Τόδ’ ἐξύπερθε, καὶ στίβου γ’ οὐδεὶς τύπος.
(30) ΟΔ. Ὅρα καθ’ ὕπνον μὴ καταυλισθεὶς κυρῇ.
ΝΕ. Ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
ΟΔ. Οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
ΝΕ. Στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
ΟΔ. Τὰ δ’ ἄλλ’ ἐρῆμα, κοὐδέν ἐσθ’ ὑπόστεγον;
(35) ΝΕ. Αὐτόξυλόν γ’ ἔκπωμα, φλαυρουργοῦ τινος
τεχνήματ’ ἀνδρός, καὶ πυρεῖ’ ὁμοῦ τάδε.
ΟΔ. Κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
ΝΕ. Ἰοὺ ἰού· καὶ ταῦτά γ’ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
(40) ΟΔ. Ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
κἄστ’ οὐχ ἑκάς που. Πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλ’ ἢ ’πὶ φορβῆς νόστον ἐξελήλυθεν,
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
(45) Τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
ἕλοιτό μ’ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
ΝΕ. Ἀλλ’ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
Σὺ δ’ εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
(50) ΟΔ. Ἀχιλλέως παῖ, δεῖ σ’ ἐφ’ οἷς ἐλήλυθας
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλ’ ἤν τι καινὸν, ὧν πρὶν οὐκ ἀκήκοας,
κλύῃς, ὑπουργεῖν, οἷς ὑπηρέτης πάρει.
ΝΕ. Τί δῆτ’ ἄνωγας; ΟΔ. Τὴν Φιλοκτήτου σε δεῖ
(55) ψυχὴν ὅπως λόγοισιν ἐκκλέψεις λέγων.
Ὅταν σ’ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
λέγειν Ἀχιλλέως παῖς· τόδ’ οὐχὶ κλεπτέον·
πλεῖς δ’ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
στράτευμ’ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
(60) οἵ σ’ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,
μόνην ἔχοντες τήνδ’ ἅλωσιν Ἰλίου,
οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
ἀλλ’ αὔτ’ Ὀδυσσεῖ παρέδοσαν, λέγων ὅσ’ ἂν
(65) θέλῃς καθ’ ἡμῶν ἔσχατ’ ἐσχάτων κακά.
Τούτων γὰρ οὐδέν ἀλγυνεῖ μ’· εἰ δ’ ἐργάσῃ
μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
Εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
(70) Ὡς δ’ ἔστ’ ἐμοὶ μὲν οὐχί, σοὶ δ’ ὁμιλία
πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
Σὺ μὲν πέπλευκας οὔτ’ ἔνορκος οὐδενὶ
οὔτ’ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου,
ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ ἀρνήσιμον.
(75) Ὥστ’ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,
ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
Ἀλλ’ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
ὅπως γενήσῃ τῶν ἀνικήτων ὅπλων.
Ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα
(80) τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·
ἀλλ’ ἡδὺ γάρ τοι κτῆμα τῆς νίκης λαβεῖν,
τόλμα· δίκαιοι δ’ αὖθις ἐκφανούμεθα.
Νῦν δ’ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
(85) κέκλησο πάντων εὐσεβέστατος βροτῶν.
ΝΕ. Ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
οὔτ’ αὐτὸς οὔθ’, ὥς φασιν, οὑκφύσας ἐμέ.
(90) Ἀλλ’ εἴμ’ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρ’ ἄγειν
καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
Πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
προδότης καλεῖσθαι· βούλομαι δ’, ἄναξ, καλῶς
(95) δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.
ΟΔ. Ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
γλῶσσαν μὲν ἀργόν, χεῖρα δ’ εἶχον ἐργάτιν·
νῦν δ’ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
τὴν γλῶσσαν, οὐχὶ τἆργα, πάνθ’ ἡγουμένην.
(100) ΝΕ. Τί οὖν μ’ ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;
ΟΔ. Λέγω σ’ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
ΝΕ. Τί δ’ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ’ ἄγειν;
ΟΔ. Οὐ μὴ πίθηται· πρὸς βίαν δ’ οὐκ ἂν λάβοις.
ΝΕ. Οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
(105) ΟΔ. Ἰοὺς ἀφύκτους καὶ προπέμποντας φόνον.
ΝΕ. Οὐκ ἆρ’ ἐκείνῳ γ’ οὐδὲ προσμεῖξαι θρασύ;
ΟΔ. Οὔ, μὴ δόλῳ λαβόντα γ’, ὡς ἐγὼ λέγω.
ΝΕ. Οὐκ αἰσχρὸν ἡγῇ δῆτα τὰ ψευδῆ λέγειν;
ΟΔ. Οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
(110) ΝΕ. Πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;
ΟΔ. Ὅταν τι δρᾷς ἐς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
ΝΕ. Κέρδος δ’ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
ΟΔ. Αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
ΝΕ. Οὐκ ἆρ’ ὁ πέρσων, ὡς ἐφάσκετ’, εἴμ’ ἐγώ;
(115) ΟΔ. Οὔτ’ ἂν σὺ κείνων χωρὶς οὔτ’ ἐκεῖνα σοῦ.
ΝΕ. Θηρατέ’ οὖν γίγνοιτ’ ἄν, εἴπερ ὧδ’ ἔχει.
ΟΔ. Ὡς τοῦτό γ’ ἔρξας δύο φέρῃ δωρήματα.
ΝΕ. Ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
ΟΔ. Σοφός τ’ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ’ ἅμα.
(120) ΝΕ. Ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.
ΟΔ. Ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;
ΝΕ. Σάφ’ ἴσθ’, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
ΟΔ. Σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ’ ἐκδέχου,
ἐγὼ δ’ ἄπειμι, μὴ κατοπτευθῶ παρών,
(125) καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.
Καὶ δεῦρ’, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
μορφὴν δολώσας, ὡς ἂν ἀγνοίᾳ προσῇ·
(130) οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
Ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
Ἑρμῆς δ’ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
Νίκη τ’ Ἀθάνα Πολιάς, ἣ σῴζει μ’ ἀεί.