Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΑΝΤΙΓΟΝΗ

ΣΟΦ Αντ 1155–1260

Έξοδος, σκηνή πρώτη και δεύτερη: Αγγελιαφόρος ανακοινώνει τους θανάτους της Αντιγόνης και του Αίμονα
Ο Τειρεσίας πληροφόρησε στο πέμπτο επεισόδιο τον Κρέοντα ότι οι θεοί ήταν δυσαρεστημένοι εξαιτίας της απόφασής του να μείνει άταφος ο Πολυνείκης και συμβούλευσε ανεπιτυχώς τον βασιλιά να εγκαταλείψει, για χάρη του λαού της Θήβας, την ισχυρογνωμοσύνη του. Φεύγοντας εξοργισμένος, ο τυφλός μάντης προειδοποίησε τον βασιλιά για τον επικείμενο χαμό ενός συγγενικού του προσώπου. Έτσι, ο κορυφαίος δεν δυσκολεύτηκε να πείσει τον Κρέοντα να απελευθερώσει την Αντιγόνη και να θάψει τον Πολυνείκη, γεγονός που οδήγησε τον χορό να υμνήσει στο υπόρχημα του πέμπτου στασίμου τον Βάκχο.

(1155) ΑΓ. Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
οὐκ ἔσθ’ ὁποῖον στάντ’ ἂν ἀνθρώπου βίον
οὔτ’ αἰνέσαιμ’ ἂν οὔτε μεμψαίμην ποτέ·
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ’ ἀεί·
(1160) καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα,
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
(1165) καὶ νῦν ἀφεῖται πάντα. Τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
Πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα,
καὶ ζῆ τύραννον σχῆμ’ ἔχων, ἐὰν δ’ ἀπῇ
(1170) τούτων τὸ χαίρειν, τἆλλ’ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
ΧΟ. Τί δ’ αὖ τόδ’ ἄχθος βασιλέων ἥκεις φέρων;
ΑΓ. Τεθνᾶσιν· οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
ΧΟ. Καὶ τίς φονεύει; τίς δ’ ὁ κείμενος; λέγε.
(1175) ΑΓ. Αἵμων ὄλωλεν· αὐτόχειρ δ’ αἱμάσσεται.
ΧΟ. Πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
ΑΓ. Αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
ΧΟ. Ὦ μάντι, τοὔπος ὡς ἄρ’ ὀρθὸν ἤνυσας.
ΑΓ. Ὡς ὧδ’ ἐχόντων τἆλλα βουλεύειν πάρα.
(1180) ΧΟ. Καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
δάμαρτα τὴν Κρέοντος· ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ περᾷ.
ΕΥ. Ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
(1185) ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
Καὶ τυγχάνω τε κλῇθρ’ ἀνασπαστοῦ πύλης
χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ
βάλλει δι’ ὤτων· ὑπτία δὲ κλίνομαι
δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.
(1190) Ἀλλ’ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·
κακῶν γὰρ οὐκ ἄπειρος οὖσ’ ἀκούσομαι.
ΑΓ. Ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ,
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος·
τί γάρ σε μαλθάσσοιμ’ ἂν ὧν ἐς ὕστερον
(1195) ψεῦσται φανούμεθ’; ὀρθὸν ἁλήθει’ ἀεί.
Ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
πεδίον ἐπ’ ἄκρον, ἔνθ’ ἔκειτο νηλεὲς
κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
(1200) Πλούτωνά τ’ ὀργὰς εὐμενεῖς κατασχεθεῖν,
λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν,
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
(1205) νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
Φωνῆς δ’ ἄπωθεν ὀρθίων κωκυμάτων
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών·
τῷ δ’ ἀθλίας ἄσημα περιβαίνει βοῆς
(1210) ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ’ ἔπος
ἵησι δυσθρήνητον· Ὢ τάλας ἐγώ,
ἆρ’ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
παιδός με σαίνει φθόγγος. Ἀλλά, πρόσπολοι,
(1215) ἴτ’ ἆσσον ὠκεῖς, καὶ παραστάντες τάφῳ
ἀθρήσαθ’, ἁρμὸν χώματος λιθοσπαδῆ
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
φθόγγον συνίημ’, ἢ θεοῖσι κλέπτομαι.
Τάδ’ ἐξ ἀθύμου δεσπότου κελευσμάτων
(1220) ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι
τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
βρόχῳ μιτώδει σινδόνος καθημμένην,
τὸν δ’ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
(1225) καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
Ὁ δ’ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
Ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα
νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
(1230) Ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
Τὸν δ’ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,
πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
ἕλκει διπλοῦς κνώδοντας, ἐκ δ’ ὁρμωμένου
πατρὸς φυγαῖσιν ἤμπλακ’· εἶθ’ ὁ δύσμορος
(1235) αὑτῷ χολωθείς, ὥσπερ εἶχ’, ἐπενταθεὶς
ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ’ ὑγρὸν
ἀγκῶν’ ἔτ’ ἔμφρων παρθένῳ προσπτύσσεται·
καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
λευκῇ παρειᾷ φοινίου σταλάγματος.
(1240) Κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
τέλη λαχὼν δείλαιος ἐν Ἅιδου δόμοις,
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
ΧΟ. Τί τοῦτ’ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
(1245) φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
ΑΓ. Καὐτὸς τεθάμβηκ’· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλ’ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
(1250) Γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ’ ἁμαρτάνειν.
ΧΟ. Οὐκ οἶδ’· ἐμοὶ δ’ οὖν ἥ τ’ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
ΑΓ. Ἀλλ’ εἰσόμεσθα μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
(1255) δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις·
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
ΧΟ. Καὶ μὴν ὅδ’ ἄναξ αὐτὸς ἐφήκει
μνῆμ’ ἐπίσημον διὰ χειρὸς ἔχων,
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
(1260) ἄτην, ἀλλ’ αὐτὸς ἁμαρτών.