Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΑΝΤΙΓΟΝΗ

ΣΟΦ Αντ 883–943

Τέταρτο επεισόδιο, δεύτερη σκηνή: Η Αντιγόνη θρηνεί, καθώς οδηγείται στον υπόγειο τάφο
Στο τρίτο επεισόδιο ο αρραβωνιαστικός της Αντιγόνης και γιος του Κρέοντα, ο Αίμονας, προσπάθησε μάταια να πείσει τον πατέρα του να απαλλάξει τη μνηστή του. Μετά την έξοδο του νέου από τη σκηνή και την παρέμβαση του χορού, ο Κρέοντας αθώωσε την Ισμήνη και μετέτρεψε την ποινή της Αντιγόνης, που πλέον θα φυλακιζόταν σε έναν υπόγειο θολωτό τάφο, για να πεθάνει από ασιτία. Αποδίδοντας τη στάση του Αίμονα στον έρωτά του για την Αντιγόνη, στο τρίτο στάσιμο ο χορός ύμνησε τον Έρωτα, ενώ στην πρώτη σκηνή του τέταρτου επεισοδίο , που είναι ένας κομμός , η ηρωίδα αποχαιρέτησε τους συμπολίτες της, θρηνώντας για την κακή της μοίρα.

ΚΡ. Ἆρ’ ἴστ’ ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
ὡς οὐδ’ ἂν εἷς παύσαιτ’ ἄν, εἰ χρείη, λέγειν;
(885) Οὐκ ἄξεθ’ ὡς τάχιστα, καὶ κατηρεφεῖ
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ’ ἐγώ,
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν,
εἴτ’ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ.
Ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
(890) μετοικίας δ’ οὖν τῆς ἄνω στερήσεται.
ΑΝ. Ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
οἴκησις αἰείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων·
(895) ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
Ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφω
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
(900) ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.
Καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.
(905) Οὐ γάρ ποτ’ οὔτ’ ἂν εἰ τέκνων μήτηρ ἔφυν,
οὔτ’ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδ’ ἂν ᾐρόμην πόνον.
Τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
(910) καὶ παῖς ἀπ’ ἄλλου φωτός, εἰ τοῦδ’ ἤμπλακον·
μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
Τοιῷδε μέντοι σ’ ἐκπροτιμήσασ’ ἐγὼ
νόμῳ, Κρέοντι ταῦτ’ ἔδοξ’ ἁμαρτάνειν
(915) καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
Καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
ἀλλ’ ὧδ’ ἔρημος πρὸς φίλων ἡ δύσμορος
(920) ζῶσ’ εἰς θανόντων ἔρχομαι κατασκαφάς·
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
Τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
βλέπειν; τίν’ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
τὴν δυσσέβειαν εὐσεβοῦσ’ ἐκτησάμην.
(925) Ἀλλ’ εἰ μὲν οὖν τάδ’ ἐστὶν ἐν θεοῖς καλά,
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
εἰ δ’ οἵδ’ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
ΧΟ. Ἔτι τῶν αὐτῶν ἀνέμων αὐταὶ
(930) ψυχῆς ῥιπαὶ τήνδε γ’ ἔχουσιν.
ΚΡ. Τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθ’ ὑπάρξει βραδυτῆτος ὕπερ.
ΑΝ. Οἴμοι, θανάτου τοῦτ’ ἐγγυτάτω
τοὔπος ἀφῖκται.
(935) ΚΡ. Θαρσεῖν οὐδὲν παραμυθοῦμαι
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
ΑΝ. Ὦ γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ ’γὼ κοὐκέτι μέλλω.
(940) Λεύσσετε, Θήβης οἱ κοιρανίδαι,
τὴν βασιλειδᾶν μούνην λοιπήν,
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
τὴν εὐσεβίαν σεβίσασα.