ΦΥ. Ἥδ’ ἔστ’ ἐκείνη τοὔργον ἡ ’ξειργασμένη·
(385) τήνδ’ εἵλομεν θάπτουσαν· ἀλλὰ ποῦ Κρέων;
ΧΟ. Ὅδ’ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
ΚΡ. Τί δ’ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
ΦΥ. Ἄναξ, βροτοῖσιν οὐδέν ἐστ’ ἀπώμοτον·
ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ
(390) σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε.
Ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος,
(395) κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον
κοσμοῦσα. Κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο,
ἀλλ’ ἔστ’ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
Καὶ νῦν, ἄναξ, τήνδ’ αὐτὸς, ὡς θέλεις, λαβὼν
καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ ἐλεύθερος
(400) δίκαιός εἰμι τῶνδ’ ἀπηλλάχθαι κακῶν.
ΚΡ. Ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
ΦΥ. Αὕτη τὸν ἄνδρ’ ἔθαπτε· πάντ’ ἐπίστασαι.
ΚΡ. Ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
ΦΥ. Ταύτην γ’ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
(405) ἀπεῖπας. Ἆρ’ ἔνδηλα καὶ σαφῆ λέγω;
ΚΡ. Καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
ΦΥ. Τοιοῦτον ἦν τὸ πρᾶγμ’· ὅπως γὰρ ἥκομεν
πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι,
πᾶσαν κόνιν σήραντες ἣ κατεῖχε τὸν
(410) νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,
καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλῃ πεφευγότες,
ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις
κακοῖσιν, εἴ τις τοῦδ’ ἀκηδήσοι πόνου.
(415) Χρόνον τάδ’ ἦν τοσοῦτον, ἔστ’ ἐν αἰθέρι
μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
καὶ καῦμ’ ἔθαλπε· καὶ τότ’ ἐξαίφνης χθονὸς
τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος,
πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
(420) ὕλης πεδιάδος, ἐν δ’ ἐμεστώθη μέγας
αἰθήρ· μύσαντες δ’ εἴχομεν θείαν νόσον.
Καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
ἡ παῖς ὁρᾶται κἀνακωκύει πικρᾶς
ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
(425) εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος·
οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
γόοισιν ἐξῴμωξεν, ἐκ δ’ ἀρὰς κακὰς
ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
Καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
(430) ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου
χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
Χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
(435) πράξεις· ἄπαρνος δ’ οὐδενὸς καθίστατο,
ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
Τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
ἀλγεινόν· ἀλλὰ πάντα ταῦθ’ ἥσσω λαβεῖν
(440) ἐμοὶ πέφυκεν τῆς ἐμῆς σωτηρίας.
ΚΡ. Σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
φῄς, ἢ καταρνῇ μὴ δεδρακέναι τάδε;
ΑΝ. Καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ΚΡ. Σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις
(445) ἔξω βαρείας αἰτίας ἐλεύθερον·
σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
ΑΝ. Ἤιδη· τί δ’ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
ΚΡ. Καὶ δῆτ’ ἐτόλμας τούσδ’ ὑπερβαίνειν νόμους;
(450) ΑΝ. Οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη
τοιούσδ’ ἐν ἀνθρώποισιν ὥρισαν νόμους·,
οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
κηρύγμαθ’ ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν
(455) νόμιμα δύνασθαι θνητὸν ὄνθ’ ὑπερδραμεῖν.
Οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη.
Τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
φρόνημα δείσασ’, ἐν θεοῖσι τὴν δίκην
(460) δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δ’ οὔ;
κεἰ μὴ σὺ προὐκήρυξας. Εἰ δὲ τοῦ χρόνου
πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω·
ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει;
(465) Οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς
μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν,
κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι.
Σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
(470) σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
ΧΟ. Δηλοῖ τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς.
ΚΡ. Ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
(475) σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις.
Σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους
ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας.
(480) Αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο,
νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
Ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ,
(485) εἰ ταῦτ’ ἀνατὶ τῇδε κείσεται κράτη.
Ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα
τοῦ παντὸς ἡμῖν Ζηνὸς Ἑρκείου κυρεῖ,
αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
(490) ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
Καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως
λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν.
Φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς
τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων.
(495) Μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
ΑΝ. Θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών;
ΚΡ. Ἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω.
ΑΝ. Τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
(500) ἀρεστὸν οὐδέν, μηδ’ ἀρεσθείη ποτέ,·
οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ.
Καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
(505) λέγοιτ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄσοι φόβος.
Ἀλλ’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται.
ΚΡ. Σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
ΑΝ. Ὁρῶσι χοὖτοι· σοὶ δ’ ὑπίλλουσι στόμα.
(510) ΚΡ. Σὺ δ’ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς;
ΑΝ. Οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
ΚΡ. Οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
ΑΝ. Ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
ΚΡ. Πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
(515) ΑΝ. Οὐ μαρτυρήσει ταῦθ’ ὁ κατθανὼν νέκυς.
ΚΡ. Εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
ΑΝ. Οὐ γάρ τι δοῦλος. ἀλλ’ ἀδελφὸς ὤλετο.
ΚΡ. Πορθῶν δὲ τήνδε γῆν· ὁ δ’ ἀντιστὰς ὕπερ.
ΑΝ. Ὅμως ὅ γ’ Ἅιδης τοὺς νόμους ἴσους ποθεῖ.
(520) ΚΡ. Ἀλλ’ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
ΑΝ. Τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
ΚΡ. Οὔτοι ποθ’ οὑχθρός, οὐδ’ ὅταν θάνῃ, φίλος.
ΑΝ. Οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
ΚΡ. Κάτω νυν ἐλθοῦσ’, εἰ φιλητέον, φίλει
(525) κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
ΧΟ. Καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη,
φιλάδελφα κάτω δάκρυ’ εἰβομένη·
νεφέλη δ’ ὀφρύων ὕπερ αἱματόεν
ῥέθος αἰσχύνει,
(530) τέγγουσ’ εὐῶπα παρειάν.
ΚΡ. Σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη
λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον
τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων,
φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
(535) φήσεις μετασχεῖν, ἢ ’ξομῇ τὸ μὴ εἰδέναι;
ΙΣ. Δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ,
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
ΑΝ. Ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ δίκη σ’, ἐπεὶ
οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην.
(540) ΙΣ. Ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
ΑΝ. Ὧν τοὔργον Ἅιδης χοἰ κάτω ξυνίστορες·
λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
ΙΣ. Μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ
(545) θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι.
ΑΝ. Μή μοι θάνῃς σὺ κοινά, μηδ’ ἃ μὴ ’θιγες
ποιοῦ σεαυτῆς· ἀρκέσω θνῄσκουσ’ ἐγώ.
ΙΣ. Καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
ΑΝ. Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
(550) ΙΣ. Τί ταῦτ’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη;
ΑΝ. Ἀλγοῦσα μὲν δῆτ’, εἰ γέλωτ’ ἐν σοὶ γελῶ.
ΙΣ. Τί δῆτ’ ἂν ἀλλὰ νῦν σ’ ἔτ’ ὠφελοῖμ’ ἐγώ;
ΑΝ. Σῶσον σεαυτήν· οὐ φθονῶ σ’ ὑπεκφυγεῖν.
ΙΣ. Οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
(555) ΑΝ. Σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
ΙΣ. Ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
ΑΝ. Καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ ἐγὼ ’δόκουν φρονεῖν.
ΙΣ. Καὶ μὴν ἴση νῷν ἐστιν ἡ ’ξαμαρτία.
ΑΝ. Θάρσει· σὺ μὲν ζῇς, ἡ δ’ ἐμὴ ψυχὴ πάλαι
(560) τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
ΚΡ. Τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
ἄνουν πεφάνθαι, τὴν δ’ ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ.
ΙΣ. Οὐ γάρ ποτ’, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ ἐξίσταται.
(565) ΚΡ. Σοὶ γοῦν, ὅθ’ εἵλου σὺν κακοῖς πράσσειν κακά.
ΙΣ. Τί γὰρ μόνῃ μοι τῆσδ’ ἄτερ βιώσιμον;
ΚΡ. Ἀλλ’ ἥδε μέντοι μὴ λέγ’· οὐ γὰρ ἔστ’ ἔτι.
ΙΣ. Ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
ΚΡ. Ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
(570) ΙΣ. Οὐχ ὥς γ’ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα.
ΚΡ. Κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
ΙΣ. Ὦ φίλταθ’ Αἵμων, ὥς σ’ ἀτιμάζει πατήρ.
ΚΡ. Ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
ΧΟ. Ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
(575) ΚΡ. Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἐμοί.
ΧΟ. Δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν.
ΚΡ. Καὶ σοί γε κἀμοί. Μὴ τριβὰς ἔτ’, ἀλλά νιν
κομίζετ’ εἴσω, δμῶες· ἐκδέτας δὲ χρὴ
γυναῖκας εἶναι τάσδε μηδ’ ἀνειμένας.
(580) Φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας
ἤδη τὸν Ἅιδην εἰσορῶσι τοῦ βίου.
|